- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, lyric

(아리스토파네스, Clouds, Lyric-Scene, lyric)

βοάσομαί τἄρα τὰν ὑπέρτονον βοάν.? ἰὼ κλάετ ὦ βολοστάται αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων: οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ ἔτι, οἱο῀ς ἐμοὶ τρέφεται τοῖσδ ἐνὶ δώμασι παῖς, ἀμφήκει γλώττῃ λάμπων, πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη, λυσανίας πατρῴων μεγάλων κακῶν: ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ. ὦ τέκνον ὦ παῖ ἔξελθ οἴκων, ἀιέ σοῦ πατρός. ὅδ ἐκεῖνος ἀνήρ. ὦ φίλος ὦ φίλος. ἄπιθι συλλαβών. ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ. ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών. νῦν μέν γ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ· καὶ δοκεῖν ἀδικοῦντ ἀδικεῖσθαι καὶ κακουργοῦντ οἶδ ὅτι: ἐπὶ τοῦ προσώπου τ ἐστὶν Ἀττικὸν βλέπος. νῦν οὖν ὅπως σώσεις μ, ἐπεὶ κἀπώλεσας.?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION