호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὴν Θέτιν γ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.? κᾆτ ἀπολιποῦσά γ αὐτὸν ᾤχετ: οὐ γὰρ ἦν ὑβριστὴς οὐδ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν: γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ εἶ Κρόνιππος. σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα ἅνεστιν, ἡδονῶν θ ὅσων μέλλεις ἀποστερεῖσθαι, παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς· εἰε῀ν. πάρειμ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ ἐλήφθης: ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ ὁμιλῶν χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ ἀντερεῖς πρὸς αὐτόν, ὡς οὐδὲν ἠδίκηκας: εἶτ ἐς τὸν Δί ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν: καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο· τί δ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι· ἢν δ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기