호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν πάλαι γ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν ἅπαντα ταῦτ ἐναντίαις γνώμαισι συνταράξαι.? ἐγὼ γὰρ ἥττων μὲν λόγος δι αὐτὸ τοῦτ ἐκλήθην ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί ἀντιλέξαι. καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστ ἄξιον στατήρων, αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν. σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω, ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν. καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά· ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα. ἐπίσχες: εὐθὺς γάρ ς ἔχω μέσον λαβὼν ἄφυκτον. καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν ἄνδρ ἄριστον ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι. ἐγὼ μὲν οὐδέν Ἡρακλέους βελτίον ἄνδρα κρίνω. ποῦ ψυχρὰ δῆτα πώποτ εἶδες Ἡράκλεια λουτρά· καίτοι τίς ἀνδρειότερος ἦν· ταῦτ ἐστὶ ταῦτ ἐκεῖνα, ἃ τῶν νεανίσκων ἀεὶ δι ἡμέρας λαλούντων πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας. εἶτ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις: ἐγὼ δ ἐπαινῶ. εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ ἂν ἐποίει τὸν Νέστορ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας. ἄνειμι δῆτ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι. καὶ σωφρονεῖν αὖ φησι χρῆναι: δύο κακὼ μεγίστω. ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ εἶδες ἤδη ἀγαθάν τι γενόμενον, φράσον, καί μ ἐξέλεγξον εἰπών. πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν. μάχαιραν· ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων. Ὑπέρβολος δ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ εἴληφε διὰ πονηρίαν, ἀλλ οὐ μὰ Δί οὐ μάχαιραν. καὶ τὴν Θέτιν γ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς. κᾆτ ἀπολιποῦσά γ αὐτὸν ᾤχετ: οὐ γὰρ ἦν ὑβριστὴς οὐδ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν: γυνὴ δὲ σιναμωρουμένη χαίρει: σὺ δ εἶ Κρόνιππος. σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα ἅνεστιν, ἡδονῶν θ ὅσων μέλλεις ἀποστερεῖσθαι, παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν. καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς· εἰε῀ν. πάρειμ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας. ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ ἐλήφθης: ἀπόλωλας: ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ ὁμιλῶν χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν. μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ ἀντερεῖς πρὸς αὐτόν, ὡς οὐδὲν ἠδίκηκας: εἶτ ἐς τὸν Δί ἐπανενεγκεῖν, κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν: καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο· τί δ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ, ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι· ἢν δ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기