호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐχμεῖς αἰσχρῶς.? σὺ δέ γ εὖ πράττεις. καίτοι πρότερόν γ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους. ὤμοι σοφίας - ὤμοι μανίας - ἧς ἐμνήσθης - τῆς σῆς, πόλεώς θ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις. οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν. εἴπερ γ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι. δεῦρ ἴθι, τοῦτον δ ἐά μαίνεσθαι. κλαύσει, τὴν χεῖρ ἢν ἐπιβάλλῃς. παύσασθε μάχης καὶ λοιδορίας. ἀλλ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ ἐδίδασκες, σύ τε τὴν καινὴν παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ. δρᾶν ταῦτ ἐθέλω. κἄγωγ ἐθέλω. φέρε δὴ πότερος λέξει πρότερος· τούτῳ δώσω: κᾆτ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω. τὸ τελευταῖον δ, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기