호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χώρει δευρί, δεῖξον σαυτὸν τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.? ἴθ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ς ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ. ἀπολεῖς σύ· τίς ὤν· λόγος. ἥττων γ ὤν. ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω φάσκοντ εἶναι. τί σοφὸν ποιῶν· γνώμας καινὰς ἐξευρίσκων. ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ τοὺς ἀνοήτους. οὔκ, ἀλλὰ σοφούς. ἀπολῶ σε κακῶς. εἰπὲ τί ποιῶν· τὰ δίκαια λέγων. ἀλλ ἀνατρέψω γ αὔτ ἀντιλέγων: οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην. οὐκ εἶναι φῄς· φέρε γὰρ ποῦ στιν· παρὰ τοῖσι θεοῖς. πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς οὐκ ἀπόλωλεν τὸν πατέρ αὑτοῦ δήσας· αἰβοῖ τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν: δότε μοι λεκάνην. τυφογέρων εἶ κἀνάρμοστος. καταπύγων εἶ κἀναίσχυντος. ῥόδα μ εἴρηκας. καὶ βωμολόχος. κρίνεσι στεφανοῖς. καὶ πατραλοίας. χρυσῷ πάττων μ οὐ γιγνώσκεις. οὐ δῆτα πρὸ τοῦ γ, ἀλλὰ μολύβδῳ. νῦν δέ γε κόσμος τοῦτ ἐστὶν ἐμοί. θρασὺς εἶ πολλοῦ. σὺ δέ γ ἀρχαῖος. διὰ σὲ δὲ φοιτᾶν οὐδεὶς ἐθέλει τῶν μειρακίων: καὶ γνωσθήσει ποτ Ἀθηναίοις οἰᾶ διδάσκεις τοὺς ἀνοήτους. αὐχμεῖς αἰσχρῶς. σὺ δέ γ εὖ πράττεις. καίτοι πρότερόν γ ἐπτώχευες, Τήλεφος εἶναι Μυσὸς φάσκων, ἐκ πηριδίου γνώμας τρώγων Πανδελετείους. ὤμοι σοφίας - ὤμοι μανίας - ἧς ἐμνήσθης - τῆς σῆς, πόλεώς θ ἥτις σε τρέφει λυμαινόμενον τοῖς μειρακίοις. οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν. εἴπερ γ αὐτὸν σωθῆναι χρὴ καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι. δεῦρ ἴθι, τοῦτον δ ἐά μαίνεσθαι. κλαύσει, τὴν χεῖρ ἢν ἐπιβάλλῃς. παύσασθε μάχης καὶ λοιδορίας. ἀλλ ἐπίδειξαι σύ τε τοὺς προτέρους ἅττ ἐδίδασκες, σύ τε τὴν καινὴν παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν ἀντιλεγόντοιν κρίνας φοιτᾷ. δρᾶν ταῦτ ἐθέλω. κἄγωγ ἐθέλω. φέρε δὴ πότερος λέξει πρότερος· τούτῳ δώσω: κᾆτ ἐκ τούτων ὧν ἂν λέξῃ ῥηματίοισιν καινοῖς αὐτὸν καὶ διανοίαις κατατοξεύσω. τὸ τελευταῖον δ, ἢν ἀναγρύζῃ, τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ κεντούμενος ὥσπερ ὑπ ἀνθρηνῶν ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기