- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics

(아리스토파네스, Clouds, Lyric-Scene, iambics)

οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ ἐνταυθοῖ μενεῖς:? ἀλλ ἔσθι ἐλθὼν τοὺς Μεγακλέους κίονας. ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ· οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον. ἰδού γ ἰδού, Δί Ὀλύμπιον: τῆς μωρίας, τὸν Δία νομίζειν ὄντα τηλικουτονί. τί δὲ τοῦτ ἐγέλασας ἐτεόν· ἐνθυμούμενος ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά. ὅμως γε μὴν πρόσελθ, ἵν εἰδῇς πλείονα, καί σοι φράσω τι πρᾶγμ ὃ μαθὼν ἀνὴρ ἔσει. ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα. ἰδού: τί ἔστιν· ὤμοσας νυνὶ Δία. ἔγωγ. ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν· οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς. ἀλλὰ τίς· Δῖνος βασιλεύει τὸν Δί ἐξεληλακώς. αἰβοῖ τί ληρεῖς· ἴσθι τοῦθ οὕτως ἔχον. τίς φησι ταῦτα· Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. σὺ δ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας ὥστ ἀνδράσιν πείθει χολῶσιν· εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς καὶ νοῦν ἔχοντας: ὧν ὑπὸ τῆς φειδωλίας ἀπεκείρατ οὐδεὶς πώποτ οὐδ ἠλείψατο, οὐδ ἐς βαλανεῖον ἦλθε λουσόμενος: σὺ δὲ ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον. ἀλλ ὡς τάχιστ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε. τί δ ἂν παρ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν· ἄληθες· ὅσαπερ ἔστ ἐν ἀνθρώποις σοφά: γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς. ἀλλ ἐπανάμεινόν μ ὀλίγον ἐνταυθοῖ χρόνον. οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός· πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω, ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω· φέρ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις· εἰπέ μοι. ἀλεκτρυόνα. καλῶς γε. ταυτηνὶ δὲ τί· ἀλεκτρυόν. ἄμφω ταὐτό· καταγέλαστος εἶ. μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν ἀλεκτρύαιναν τουτονὶ δ ἀλέκτορα. ἀλεκτρύαιναν· ταῦτ ἔμαθες τὰ δεξιὰ εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς· χἄτερά γε πόλλ: ἀλλ ὅ τι μάθοιμ ἑκάστοτε, ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν. διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας· ἀλλ οὐκ ἀπολώλεκ, ἀλλὰ καταπεφρόντικα. τὰς δ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ· ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα. ἀλλ ἴθι βάδιζ, ἰώμεν: εἶτα τῷ πατρὶ πιθόμενος ἐξάμαρτε: κἀγώ τοί ποτε, οἶδ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος, ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν, τούτου πριάμην σοι Διασίοις ἁμαξίδα. ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ ἀχθέσει. εὖ γ ὅτι ἐπείσθης. δεῦρο δεῦρ ὦ Σώκρατες, ἔξελθ: ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ ἄκοντ ἀναπείσας. νηπύτιος γάρ ἐστ ἔτι, καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε. αὐτὸς τρίβων εἰής ἄν, εἰ κρέμαιό γε. οὐκ ἐς κόρακας· καταρᾷ σὺ τῷ διδασκάλῳ· ἰδοὺ κρέμαι, ὡς ἠλίθιον ἐφθέγξατο καὶ τοῖσι χείλεσιν διερρυηκόσιν. πῶς ἂν μάθοι ποθ οὗτος ἀπόφυξιν δίκης ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν· καίτοι γε ταλάντου τοῦτ ἔμαθεν Ὑπέρβολος. ἀμέλει δίδασκε: θυμόσοφός ἐστιν φύσει: εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ ἔπλαττεν ἔνδον οἰκίας ναῦς τ ἔγλυφεν, ἁμαξίδας τε σκυτίνας ἠργάζετο, κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς. ὅπως δ ἐκείνω τὼ λόγω μαθήσεται, τὸν κρείττον ὅστις ἐστὶ καὶ τὸν ἥττονα, ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα: ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ. αὐτὸς μαθήσεται παρ αὐτοῖν τοῖν λόγοιν. ἐγὼ δ ἀπέσομαι. τοῦτό νυν μέμνης, ὅπως πρὸς πάντα τὰ δίκαι ἀντιλέγειν δυνήσεται.?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION