호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀτταταῖ ἀτταταῖ.? τί πάσχεις· τί κάμνεις· ἀπόλλυμαι δείλαιος: ἐκ τοῦ σκίμποδος δάκνουσί μ ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν καὶ τὴν ψυχὴν ἐκπίνουσιν καὶ τοὺς ὄρχεις ἐξέλκουσιν καὶ τὸν πρωκτὸν διορύττουσιν, καί μ ἀπολοῦσιν. μή νυν βαρέως ἄλγει λίαν. καὶ πῶς· ὅτε μου φροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δ ἐμβάς: καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς φρουρᾶς ᾄδων ὀλίγου φροῦδος γεγένημαι. οὗτος τί ποιεῖς· οὐχὶ φροντίζεις· ἐγώ· νὴ τὸν Ποσειδῶ. καὶ τί δῆτ ἐφρόντισας· ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. ἀπολεῖ κάκιστ. ἀλλ ὦγάθ ἀπόλωλ ἀρτίως. οὐ μαλθακιστέ ἀλλὰ περικαλυπτέα. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς κἀπαιόλημ. οἴμοι τίς ἂν δῆτ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα· φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί. οὗτος καθεύδεις· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. ἔχεις τι· μὰ Δί οὐ δῆτ ἔγωγ. οὐδὲν πάνυ· οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ. οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς· περὶ τοῦ· σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες. αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε. ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί. ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα, ὀρθῶς διαιρῶν καὶ σκοπῶν. οἴμοι τάλας. ἔχ ἀτρέμα: κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, καὶ κατὰ τὴν γνώμην πάλιν κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. ὦ Σωκρατίδιον φίλτατον. τί ὦ γέρον· ἔχω τόκου γνώμην ἀποστερητικήν. ἐπίδειξον αὐτήν. εἰπὲ δή νύν μοι - τὸ τί· γυναῖκα φαρμακίδ εἰ πριάμενος Θετταλὴν καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ αὐτὴν καθείρξαιμ ἐς λοφεῖον στρογγύλον, ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων - τί δῆτα τοῦτ ἂν ὠφελήσειέν ς· ὅ τι· εἰ μηκέτ ἀνατέλλοι σελήνη μηδαμοῦ, οὐκ ἂν ἀποδοίην τοὺς τόκους. ὁτιὴ τί δή· ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται. εὖ γ: ἀλλ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν. εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. ὅπως· ὅπως· οὐκ οἶδ: ἀτὰρ ζητητέον. μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλ ἀποχάλα τὴν φροντίδ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. ηὑρ´ηκ ἀφάνισιν τῆς δίκης σοφωτάτην, ὥστ αὐτὸν ὁμολογεῖν ς ἐμοί. ποίαν τινά· ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ, ἀφ ἧς τὸ πῦρ ἅπτουσι· τὴν ὑάλον λέγεις· ἔγωγε. φέρε τί δῆτ ἄν, εἰ ταύτην λαβών, ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον τὰ γράμματ ἐκτήξαιμι τῆς ἐμῆς δίκης· σοφῶς γε νὴ τὰς Χάριτας. οἴμ ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. τὸ τί· ὅπως ἀποστρέψαι ἂν ἀντιδικῶν δίκην μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
φαυλότατα καὶ ῥᾷστ. εἰπὲ δή. καὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης, πρὶν τὴν ἐμὴν καλεῖσθ, ἀπαγξαίμην τρέχων. οὐδὲν λέγεις. νὴ τοὺς θεοὺς ἔγωγ, ἐπεὶ οὐδεὶς κατ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. ὑθλεῖς: ἄπερρ, οὐκ ἂν διδάξαιμ ἄν ς ἔτι. ὁτιὴ τί· ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες. ἀλλ εὐθὺς ἐπιλήθει σύ γ ἅττ ἂν καὶ μάθῃς: ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης· λέγε. φέρ ἴδω τί μέντοι πρῶτον ἦν· τί πρῶτον ἦν· τίς ἦν ἐν ᾗ ματτόμεθα μέντοι τἄλφιτα· οἴμοι τίς ἦν· οὐκ ἐς κόρακας ἀποφθερεῖ, ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον· οἴμοι τί οὖν δῆθ ὁ κακοδαίμων πείσομαι· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε. ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν, εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. ἀλλ ἔστ ἔμοιγ υἱὸς καλός τε κἀγαθός: ἀλλ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω· σὺ δ ἐπιτρέπεις· εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, κἄστ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. ἀτὰρ μέτειμί γ αὐτόν: ἢν δὲ μὴ θέλῃ, οὐκ ἔσθ ὅπως οὐκ ἐξελῶ κ τῆς οἰκίας. ἀλλ ἐπανάμεινόν μ ὀλίγον εἰσελθὼν χρόνον.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기