호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον, ἵν αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς ἤδη πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.? τί δέ· τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν· οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι. ἦ μνημονικὸς εἶ· δύο τρόπω νὴ τὸν Δία: ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ: ἐὰν δ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ. ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει· λέγειν μὲν οὐκ ἔνεστ, ἀποστερεῖν δ ἔνι. πῶς οὖν δυνήσει μανθάνειν· ἀμέλει καλῶς. ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει. τί δαί· κυνηδὸν τὴν σοφίαν σιτήσομαι· ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος. δέδοικά ς ὦ πρεσβῦτα μὴ πληγῶν δέει. φέρ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ· τύπτομαι, ἔπειτ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι, εἶτ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. ἴθι νυν κατάθου θοἰμάτιον. ἠδίκηκά τι, οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται. ἀλλ οὐχὶ φωράσων ἔγωγ εἰσέρχομαι. κατάθου. τί ληρεῖς· εἰπὲ δή νύν μοι: τὸ τί· ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω, τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι· οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι. οὐ μὴ λαλήσεις, ἀλλ ἀκολουθήσεις ἐμοὶ ἀνύσας τι δευρὶ θᾶττον· ἐς τὼ χεῖρέ νυν δός μοι μελιτοῦτταν πρότερον: ὡς δέδοικ ἐγὼ εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου. χώρει: τί κυπτάζεις ἔχων περὶ τὴν θύραν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기