호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λῆμα μὲν πάρεστι τῷδέ γ οὐκ ἄτολμον ἀλλ ἕτοιμον.? ἴσθι δ ὡς ταῦτα μαθὼν παρ ἐμοῦ κλέος οὐρανόμηκες ἐν βροτοῖσιν ἕξεις. τί πείσομαι· τὸν πάντα χρόνον μετ ἐμοῦ ζηλωτότατον βίον ἀνθρώπων διάξεις. ἆρά γε τοῦτ ἄρ ἐγώ ποτ ὄψομαι· ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι, βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων, ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기