- 텍스트

Aristophanes, Clouds, Choral, anapests 2:

(아리스토파네스, Clouds, Choral, anapests 2:)

δράσω ταῦθ ὑμῖν πιστεύσας:? ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται τουτὶ τοὐμὸν σῶμ αὐτοῖσιν παρέχω, τύπτειν πεινῆν διψῆν αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι, τοῖς τ ἀνθρώποις εἶναι δόξω θρασὺς εὔγλωττος τολμηρὸς ἴτης βδελυρὸς ψευδῶν συγκολλητὴς εὑρησιεπὴς περίτριμμα δικῶν κύρβις κρόταλον κίναδος τρύμη μάσθλης εἴρων γλοιὸς ἀλαζὼν κέντρων μιαρὸς στρόφις ἀργαλέος ματιολοιχός: ταῦτ εἴ με καλοῦς ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονται νὴ τὴν Δήμητρ ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION