- 텍스트

Aristophanes, Clouds, Choral, anapests

(아리스토파네스, Clouds, Choral, anapests)

χαίρετε τοίνυν ὦ δέσποιναι:? καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ, οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι. χαῖρ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων, σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις: οὐ γὰρ ἂν ἄλλῳ γ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ, ὅτι βρενθύει τ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλ ἀνέχει κἀφ ἡμῖν σεμνοπροσωπεῖς. ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες. αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ ἐστὶ φλύαρος. ὁ Ζεὺς δ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν· ποῖος Ζεύς· οὐ μὴ ληρήσεις: οὐδ ἔστι Ζεύς. τί λέγεις σύ· ἀλλὰ τίς ὑεί· τουτὶ γὰρ ἔμοιγ ἀπόφηναι πρῶτον ἁπάντων. αὗται δήπου: μεγάλοις δέ ς ἐγὼ σημείοις αὐτὸ διδάξω. φέρε ποῦ γὰρ πώποτ ἄνευ Νεφελῶν ὑόντ ἤδη τεθέασαι· καίτοι χρῆν αἰθρίας ὑείν αὐτόν, ταύτας δ ἀποδημεῖν. νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας: καίτοι πρότερον τὸν Δί ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. ἀλλ ὅστις ὁ βροντῶν ἐστι φράσον: τοῦτό με ποιεῖ τετρεμαίνειν. αὗται βροντῶσι κυλινδόμεναι. τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν· ὅταν ἐμπλησθῶς ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι, κατακρημνάμεναι πλήρεις ὄμβρου δι ἀνάγκην, εἶτα βαρεῖαι εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. ὁ δ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι· ἥκιστ ἀλλ αἰθέριος Δῖνος. Δῖνος· τουτί μ ἐλελήθειν, ὁ Ζεὺς οὐκ ὤν, ἀλλ ἀντ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ ἐδίδαξας. οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα· φέρε τουτὶ τῷ χρὴ πιστεύειν· ἀπὸ σαυτοῦ γώ σε διδάξω. ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ ἐταράχθης τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν· νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ εὐθύς μοι, καὶ τετάρακται χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν: ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ ἐπάγει παπαπαππάξ, χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION