- 텍스트

Aristophanes, Birds, Lyric-Scene, strophe 1 2:

(아리스토파네스, Birds, Lyric-Scene, strophe 1 2:)

ἄληθες·? οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ ἰσχύσετ, ἢν ὄρνιθες ἄρξωσιν κάτω· νῦν μέν γ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί: ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία, ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών. νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις. κἀμοὶ δοκεῖ. τί δαὶ σὺ φῄς· ναβαισατρεῦ. ὁρᾷς· ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι ἀκούσαθ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν. ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν εὐξάμενος εἶτα διασοφίζηται λέγων, μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ, ἀναπράξομεν καὶ ταῦτα. φέρ ἴδω τῷ τρόπῳ· ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος, καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ. τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι τούτοις ἐγώ. καὶ τὸν Τριβαλλόν νυν ἐροῦ. ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι· σαυνάκα βακταρικροῦσα. φησί μ εὖ λέγειν πάνυ. εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ. οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι. καὶ νὴ Δί ἕτερόν γ ἐστὶν οὗ μνήσθην ἐγώ. τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί, τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ ἐμοὶ ἐκδοτέον ἐστίν. οὐ διαλλαγῶν ἐρᾷς. ἀπίωμεν οἴκαδ αὖθις. ὀλίγον μοι μέλει. μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ. ὦ δαιμόνι ἀνθρώπων Πόσειδον ποῖ φέρει· ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν· τί δαὶ ποιῶμεν· ὅ τι· διαλλαττώμεθα. τί δ ᾠζύρ· οὐκ οἶσθ ἐξαπατώμενος πάλαι· βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα, πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται τὰ χρήμαθ, ὅς ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION