- 텍스트

Aristophanes, Birds, Lyric-Scene, strophe 1

(아리스토파네스, Birds, Lyric-Scene, strophe 1)

πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη τις ἔστ ἄλουτος οὗ ψυχαγωγεῖ Σωκράτης:? ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν ἣ ζῶντ ἐκεῖνον προὔλιπε, σφάγι ἔχων κάμηλον ἀμνόν τιν, ἧς λαιμοὺς τεμὼν ὥσπερ <ποθ> οὑδυσσεὺς ἀπῆλθε, κᾆτ ἀνῆλθ αὐτῷ κάτωθεν πρὸς τὸ λαῖτμα τῆς καμήλου Χαιρεφῶν ἡ νυκτερίς. τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν. οὗτος τί δρᾷς· ἐπ ἀριστέρ οὕτως ἀμπέχει· οὐ μεταβαλεῖς θοἰμάτιον ὧδ ἐπιδέξια· τί ὦ κακόδαιμον· Λαισποδίας εἶ τὴν φύσιν· ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε, εἰ τουτονί γ ἐχειροτόνησαν οἱ θεοί· ἕξεις ἀτρέμας· οἴμωζε: πολὺ γὰρ δή ς ἐγὼ ἑόρακα πάντων βαρβαρώτατον θεῶν. ἄγε δὴ τί δρῶμεν Ἡράκλεις· ἀκήκοας ἐμοῦ γ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι, ὅστις ποτ ἔσθ ὁ τοὺς θεοὺς ἀποτειχίσας. ἀλλ ὦγάθ ᾑρήμεσθα περὶ διαλλαγῶν πρέσβεις. διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ. τὴν τυρόκνηστίν τις δότω: φέρε σίλφιον: τυρὸν φερέτω τις: πυρπόλει τοὺς ἄνθρακας. τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν τρεῖς ὄντες ἡμεῖς. ἀλλ ἐπικνῶ τὸ σίλφιον. τὰ δὲ κρέα τοῦ ταῦτ ἐστίν· ὄρνιθές τινες ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις ἔδοξαν ἀδικεῖν. εἶτα δῆτα σίλφιον εἴπικνῇς πρότερον αὐτοῖσιν· ὦ χαῖρ Ἡράκλεις. τί ἔστι· πρεσβεύοντες ἡμεῖς ἥκομεν παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς. ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ. καὶ μὴν τά γ ὀρνίθεια λιπάρ εἶναι πρέπει. ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν, ὑμεῖς τ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι ὄμβριον ὕδωρ ἂν εἴχετ ἐν τοῖς τέλμασιν, ἀλκυονίδας τ ἂν ἤγεθ ἡμέρας ἀεί. τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν. ἀλλ οὔτε πρότερον πώποθ ἡμεῖς ἤρξαμεν πολέμου πρὸς ὑμᾶς, νῦν τ ἐθέλομεν, εἰ δοκεῖ, ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν, σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαι ἐστὶν ταδί, τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν τὸν Δί ἀποδοῦναι: κἂν διαλλαττώμεθα ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ ἄριστον καλῶ. ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι. τί ὦ κακόδαιμον· ἠλίθιος καὶ γάστρις εἶ. ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος· ἄληθες·

οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ ἰσχύσετ, ἢν ὄρνιθες ἄρξωσιν κάτω· νῦν μέν γ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί: ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους, ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία, ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών. νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις. κἀμοὶ δοκεῖ. τί δαὶ σὺ φῄς· ναβαισατρεῦ. ὁρᾷς· ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι ἀκούσαθ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν. ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν εὐξάμενος εἶτα διασοφίζηται λέγων, μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ, ἀναπράξομεν καὶ ταῦτα. φέρ ἴδω τῷ τρόπῳ· ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος, καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ. τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι τούτοις ἐγώ. καὶ τὸν Τριβαλλόν νυν ἐροῦ. ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι· σαυνάκα βακταρικροῦσα. φησί μ εὖ λέγειν πάνυ. εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ. οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι. καὶ νὴ Δί ἕτερόν γ ἐστὶν οὗ μνήσθην ἐγώ. τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί, τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ ἐμοὶ ἐκδοτέον ἐστίν. οὐ διαλλαγῶν ἐρᾷς. ἀπίωμεν οἴκαδ αὖθις. ὀλίγον μοι μέλει. μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ. ὦ δαιμόνι ἀνθρώπων Πόσειδον ποῖ φέρει· ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν· τί δαὶ ποιῶμεν· ὅ τι· διαλλαττώμεθα. τί δ ᾠζύρ· οὐκ οἶσθ ἐξαπατώμενος πάλαι· βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα, πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται τὰ χρήμαθ, ὅς ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ. οἴμοι τάλας οἱό῀ν σε περισοφίζεται.

δεῦρ ὡς ἔμ ἀποχώρησον, ἵνα τί σοι φράσω. διαβάλλεταί ς ὁ θεῖος ὦ πόνηρε σύ. τῶν γὰρ πατρῴων οὐδ ἀκαρῆ μέτεστί σοι κατὰ τοὺς νόμους: νόθος γὰρ εἶ κοὐ γνήσιος. ἐγὼ νόθος· τί λέγεις· σὺ μέντοι νὴ Δία ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς, οὖσαν θυγατέρ, ὄντων ἀδελφῶν γυησίων· τί δ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα νοθεἶ ἀποθνῄσκων· ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν, ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος. ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον: νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων. ἐμοὶ δ ἄρ οὐδὲν τῶν πατρῴων χρημάτων μέτεστιν· οὐ μέντοι μὰ Δία. λέξον δέ μοι, ἤδη ς ὁ πατὴρ εἰσήγαγ ἐς τοὺς φράτερας· οὐ δῆτ ἐμέ γε. καὶ δῆτ ἐθαύμαζον πάλαι. τί δῆτ ἄνω κέχηνας αἴκειαν βλέπων· ἀλλ ἢν μεθ ἡμῶν ᾖς, καταστήσας ς ἐγὼ τύραννον ὀρνίθων παρέξω σοι γάλα. δίκαι ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι. τί δαὶ σὺ φῄς· τἀναντία ψηφίζομαι. ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις· καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ ὄρνιτο παραδίδωμι. παραδοῦναι λέγει. μὰ τὸν Δί οὐχ οὗτός γε παραδοῦναι λέγει, εἰ μὴ βαδίζειν ωἅσπερ αἱ χελιδόσιν λέγει. οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει. σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε: ἐγὼ δ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι. ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ. ἀλλ ἴθι μεθ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν, ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ ἐκεῖ λάβῃς. ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ ἐς τοὺς γάμους. βούλεσθε δῆτ ἐγὼ τέως ὀπτῶ τὰ κρέα ταυτὶ μένων· ὑμεῖς δ ἴτε. ὀπτᾷς τὰ κρέα· πολλήν γε τενθείαν λέγεις. οὐκ εἶ μεθ ἡμῶν· εὖ γε μέντἂν διετέθην. ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION