호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, - τί οὖν προσήκει δῆτ ἐμοὶ Κορινθίων·? ᾐνίξαθ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα. πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν: ὃς δέ κ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης, τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα - ἔνεστι καὶ τὰ πέδιλα· λαβὲ τὸ βιβλίον. καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρ ἐπιπλῆσαι. καὶ σπλάγχνα διδόν ἔνεστι· λαβὲ τὸ βιβλίον. κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθ ὡς ἐπιτέλλω, αἰετὸς ἐν νεφέλῃσι γενήσεαι: αι δέ κε μὴ δῷς, οὐκ ἔσει οὐ τρυγὼν οὐδ αἰετὸς οὐ δρυκολάπτης. καὶ ταῦτ ἔνεστ ἐνταῦθα· λαβὲ τὸ βιβλίον. οὐδὲν ἄρ ὅμοιός ἐσθ ὁ χρησμὸς τουτῳί, ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην: αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ, δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ - οὐδὲν λέγειν οἶμαί σε. λαβὲ τὸ βιβλίον. καὶ φείδου μηδὲν μηδ αἰετοῦ ἐν νεφέλῃσιν, μήτ ἢν Λάμπων ᾖ μήτ ἢν ὁ μέγας Διοπείθης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기