호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ξυνῆχ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.? ἀπόδυθι: δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν. ἄπελθε τουτονὶ λαβών. ἀπέρχομαι, κἀς τὴν πόλιν γ ἐλθὼν ποιήσω τοιαδί: κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν: νιφόβολα πεδία πολύπορά τ ἤλυθον ἀλαλάν. νὴ τὸν Δί ἀλλ ἤδη πέφευγας ταυταγὶ τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών. τουτὶ μὰ Δί ἐγὼ τὸ κακὸν οὐδέποτ ἤλπισα, οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν. αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα. εὐφημία στω. μὴ κατάρξῃ τοῦ τράγου. σὺ δ εἶ τίς· ὅστις· χρησμολόγος. οἴμωζέ νυν. ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε: ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων ἐς τὰς Νεφελοκοκκυγίας. κὔπειτα πῶς ταῦτ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν τήνδ οἰκίσαι· τὸ θεῖον ἐνεπόδιζέ με. ἀλλ οὐδὲν οἱό῀ν ἐστ ἀκοῦσαι τῶν ἐπῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기