- 텍스트

Aristophanes, Birds, Lyric-Scene, lyric

(아리스토파네스, Birds, Lyric-Scene, lyric)

Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.? τουτὶ τὸ πρᾶγμα ποδαπόν· εἰπέ μοι τίς εἶ· ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν Μουσάων θεράπων ὀτρηρός, κατὰ τὸν Ὅμηρον. ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις· οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι Μουσάων θεράποντες ὀτρηροί, κατὰ τὸν Ὅμηρον. οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις. ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρ ἀνεφθάρης· μέλη πεποίηκ ἐς τὰς Νεφελοκοκκυγίας τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου. ταυτὶ σὺ πότ ἐποίησας· ἀπὸ ποίου χρόνου· πάλαι πάλαι δὴ τήνδ ἐγὼ κλῄζω πόλιν. οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ, καὶ τοὔνομ ὥσπερ παιδίῳ νῦν δὴ θέμην· ἀλλά τις ὠκεῖα Μουσάων φάτις οἱά῀περ ἵππων ἀμαρυγά. σὺ δὲ πάτερ κτίστορ Αἴτνας, ζαθέων ἱερῶν ὁμώνυμε, δὸς ἐμὶν ὅ τι περ τεᾷ κεφαλᾷ θέλῃς πρόφρων δόμεν ἐμὶν τείν. τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα, εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα. οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν ἔχεις, ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ. ἔχε τὴν σπολάδα: πάντως δέ μοι ῥιγῶν δοκεῖς. τόδε μὲν οὐκ ἀέκουσα φίλα Μοῦσα δῶρον δέχεται: τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος - ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION