호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ γὰρ πολλῷ·? πρῶτον μέν <γ> οὐχὶ νεὼς ἡμᾶς οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς, οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις, ἀλλ ὑπὸ θάμνοις καὶ πρινιδίοις οἰκήσουσιν. τοῖς δ αὖ σεμνοῖς τῶν ὀρνίθων δένδρον ἐλάας ὁ νεὼς ἔσται: κοὐκ ἐς Δελφοὺς οὐδ εἰς Ἄμμων ἐλθόντες ἐκεῖ θύσομεν, ἀλλ ἐν ταῖσιν κομάροις καὶ τοῖς κοτίνοις στάντες ἔχοντες κριθὰς πυροὺς εὐξόμεθ αὐτοῖς ἀνατείνοντες τὼ χεῖρ ἀγαθῶν διδόναι τι μέρος: καὶ ταῦθ ἡμῖν παραχρῆμ ἔσται πυροὺς ὀλίγους προβαλοῦσιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기