호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι, κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.? ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα. κἄπειτ ἢν τοῦτ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί ἀπαιτεῖν: κἂν μὲν μὴ φῇ μηδ ἐθελήσῃ μηδ εὐθὺς γνωσιμαχήσῃ, ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν, ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας: ἤνπερ δ ἐπίως, ἐπιβάλλειν σφραγῖδ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶς ἔτ ἐκείνας. τοῖς δ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω, ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν, κἄπειτα θεοῖς ὕστερον αὖθις: προσνείμασθαι δὲ πρεπόντως τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ ἕκαστον: ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν: ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν: ἢν δ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας: κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ ὀρχίλος ὄρνις, ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν. ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν. καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς, οἳ πετόμεσθα πτέρυγάς τ ἔχομεν· ληρεῖς: καὶ νὴ Δί ὅ γ Ἑρμῆς πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί. αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί Ἔρως γε: Ἥρην δέ γ Ὅμηρος ἔφασκ ἰκέλην εἶναι τρήρωνι πελείῃ. ὁ Ζεὺς δ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν· ἢν δ οὖν ὑμᾶς μὲν ὑπ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν, τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ αὐτῶν ἀνακάψαι: κἄπειτ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω. οὐκ ἐθελήσει μὰ Δί, ἀλλ ὄψει προφάσεις αὐτὴν παρέχουσαν. οἱ δ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν, καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ: εἶθ ὅ γ Ἀπόλλων ἰατρός <γ> ὢν ἰάσθω: μισθοφορεῖ δέ. μὴ πρίν γ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστ ἀποδῶμαι. ἢν δ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ, ἀγάθ αὐτοῖσιν πάντα παρέσται. λέγε δή μοι τῶν ἀγαθῶν ἕν. πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται, ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει. εἶθ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται, ἀλλ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기