호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει:? φέρε παῖ στέφανον: καταχεῖσθαι κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις. δειπνήσειν μέλλομεν· ἢ τί· μὰ Δί ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι, ὅ το τὴν τούτων θραύσει ψυχήν: οὕτως ὑμῶν ὑπεραλγῶ, οἵτινες ὄντες πρότερον βασιλῆς - ἡμεῖς βασιλῆς· τίνος· ὑμεῖς πάντων ὁπός ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε, καὶ γῆς. καὶ γῆς· νὴ τὸν Ἀπόλλω. τουτὶ μὰ Δί οὐκ ἐπεπύσμην. ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ αὐτῆς ἀποθνῄσκειν: γῆν δ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: τὴν δ ἀποροῦσαν ὑπ ἀμηχανίας τὸν πατέρ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν. οὔκουν δῆτ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο, ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ ἡ βασιλεία· νὴ τὸν Ἀπόλλω: πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν: οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ. ὡς δ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, ἀλλ ὄρνιθες, κἀβασίλευον, πόλλ ἐστὶ τεκμήρια τούτων. αὐτίκα δ ὑμῖν πρῶτ ἐπιδείξω τὸν ἀλεκτρυόν, ὡς ἐτυράννει ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου, ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ ἐκείνης. διὰ ταῦτ ἄρ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν. οὕτω δ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ ἔτι καὶ νῦν ὑπὸ τῆς ῥώμης τῆς τότ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ, ἀναπηδῶσιν πάντες ἐπ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί: οἱ δὲ βαδίζους ὑποδησάμενοι νύκτωρ. ἐμὲ τοῦτό γ ἐρώτα. χλαῖναν γὰρ ἀπώλες ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει, κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ ᾖσεν: κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον: κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ ἀπέβλισε θοἰμάτιόν μου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기