호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου:? σὺ δὲ τούσδ ἐφ οἷσπερ τοῖς λόγοις συνέλεξ ἐγὼ φράσον, δίδαξον. μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ, ἢν μὴ διάθωνταί γ οἵδε διαθήκην ἐμοὶ ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο, ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ μήτ ὀρχίπεδ ἕλκειν μήτ ὀρύττειν - οὔτι που τόν - · οὐδαμῶς. οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω. διατίθεμαι γώ. κατόμοσόν νυν ταῦτά μοι. ὄμνυμ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς καὶ τοῖς θεαταῖς πᾶσιν. ἔσται ταυταγί. εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον. ἀκούετε λεῴ: τοὺς ὁπλίτας νυνμενὶ ἀνελομένους θὤπλ ἀπιέναι πάλιν οἴκαδε, σκοπεῖν δ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기