- 텍스트

Aristophanes, Birds, Prologue 5:

(아리스토파네스, Birds, Prologue 5:)

τί σοι πιθώμεσθ·? ὅ τι πίθησθε· πρῶτα μὲν μὴ περιπέτεσθε πανταχῇ κεχηνότες: ὡς τοῦτ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα ἐκεῖ παρ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ, τίς ὄρνις οὗτος· ὁ Τελέας ἐρεῖ ταδί: ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ ἐν ταὐτῷ μένων. νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί. τί ἂν οὖν ποιοῖμεν· οἰκίσατε μίαν πόλιν. ποίαν δ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν· ἄληθες· ὦ σκαιότατον εἰρηκὼς ἔπος, βλέψον κάτω. καὶ δὴ βλέπω. βλέπε νῦν ἄνω. βλέπω. περίαγε τὸν τράχηλον. νὴ Δία ἀπολαύσομαί τί γ, εἰ διαστραφήσομαι. εἶδές τι· τὰς νεφέλας γε καὶ τὸν οὐρανόν. οὐχ οὗτος οὖν δήπου στὶν ὀρνίθων πόλος· πόλος· τίνα τρόπον· ὥσπερ <ἂν> εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος. ἢν δ οἰκίσητε τοῦτο καὶ φάρξηθ ἅπαξ, ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις. ὥστ ἄρξετ ἀνθρώπων μὲν ὥσπερ παρνόπων, τοὺς δ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ. πῶς· ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. εἶθ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα, οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς, ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε. ἰοὺ ἰού: μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα, μὴ γὼ νόημα κομψότερον ἤκουσά πω: ὥστ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν, εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις. τίς ἂν οὖν τὸ πρᾶγμ αὐτοῖς διηγήσαιτο· σύ. ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον. πῶς δῆτ ἂν αὐτοὺς ξυγκαλέσειας· ῥᾳδίως. δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλ ἐς τὴν λόχμην, ἔπειτ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα, καλοῦμεν αὐτούς: οἱ δὲ νῷν τοῦ φθέγματος ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ. ὦ φίλτατ ὀρνίθων σὺ μή νυν ἕσταθι: ἀλλ ἀντιβολῶ ς ἄγ ὡς τάχιστ ἐς τὴν λόχμην ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION