- 텍스트

Aristophanes, Birds, Prologue 4:

(아리스토파네스, Birds, Prologue 4:)

ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.? ἐγώ· ἥκιστα: καὶ <γὰρ> τὸν Σκελίου βδελύττομαι. ποίαν τιν οὖν ἥδιστ ἂν οἰκοῖτ ἂν πόλιν· ὅπου τὰ μέγιστα πράγματ εἰή τοιάδε: ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων λέγοι ταδί: πρὸς τοῦ Διὸς τοὐλυμπίου ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία λουσάμενα πρῴ: μέλλω γὰρ ἑστιᾶν γάμους: καὶ μηδαμῶς ἄλλως ποιήσῃς: εἰ δὲ μή, μή μοι τότε γ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς. νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς. τί δαὶ σύ· τοιούτων ἐρῶ κἀγώ. τίνων· ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ: καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη εὑρὼν ἀπιόντ ἀπὸ γυμνασίου λελουμένον οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου, οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος. ὦ δειλακρίων σὺ τῶν κακῶν οἱών ἐρᾷς. ἀτὰρ ἔστι γ ὁποίαν λέγετον εὐδαίμων πόλις παρὰ τὴν ἐρυθρὰν θάλατταν. οἴμοι μηδαμῶς ἡμῖν παρὰ τὴν θάλατταν, ἵν ἀνακύψεται κλητῆρ ἄγους ἑώθεν ἡ Σαλαμινία. Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι· τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον ἐλθόνθ· ὁτιὴ νὴ τοὺς θεοὺς ὅς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. ἀλλ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι, ἵνα χρὴ κατοικεῖν. ἀλλ ἔγωγ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου. οὗτος δὲ δὴ τίς ἔσθ ὁ μετ ὀρνίθων βίος· σὺ γὰρ οἶσθ ἀκριβῶς. οὐκ ἄχαρις ἐς τὴν τριβήν: οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου. πολλήν γ ἀφεῖλες τοῦ βίου κιβδηλίαν. νεμόμεσθα δ ἐν κήποις τὰ λευκὰ σήσαμα καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια. ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον. φεῦ φεῦ: ἦ μέγ ἐνορῶ βούλευμ ἐν ὀρνίθων γένει, καὶ δύναμιν ἣ γένοιτ ἄν, εἰ πίθοισθέ μοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION