- 텍스트

Aristophanes, Birds, Prologue 2:

(아리스토파네스, Birds, Prologue 2:)

οὗτος.? τί ἔστιν· ἡ κορώνη μοι πάλαι ἄνω τι φράζει. χὠ κολοιὸς οὑτοσὶ ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι, κοὐκ ἔσθ ὅπως οὐκ ἔστιν ἐνταῦθ ὄρνεα. εἰσόμεθα δ αὐτίκ, ἢν ποιήσωμεν ψόφον. ἀλλ οἶσθ ὃ δρᾶσον· τῷ σκέλει θένε τὴν πέτραν. σὺ δὲ τῇ κεφαλῇ γ, ἵν ᾖ διπλάσιος ὁ ψόφος. σὺ δ οὖν λίθῳ κόψον λαβών. πάνυ γ, εἰ δοκεῖ. παῖ παῖ. τί λέγεις οὗτος· τὸν ἔποπα παῖ καλεῖς· οὐκ ἀντὶ τοῦ παιδός <ς> ἐχρῆν ἐποποῖ καλεῖν· ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ. ἐποποῖ. τίνες οὗτοι· τίς ὁ βοῶν τὸν δεσπότην· Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος. οἴμοι τάλας ὀρνιθοθήρα τουτωί. οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν. ἀπολεῖσθον. ἀλλ οὐκ ἐσμὲν ἀνθρώπω. τί δαί· Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον. οὐδὲν λέγεις. καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν. ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις· οὐκ ἐρεῖς· Ἐπικεχοδὼς ἔγωγε Φασιανικός. ἀτὰρ σὺ τί θηρίον ποτ εἶ πρὸς τῶν θεῶν· ὄρνις ἔγωγε δοῦλος. ἡττήθης τινὸς ἀλεκτρυόνος· οὐκ ἀλλ ὅτε περ ὁ δεσπότης ἔποψ ἐγένετο, τότε γενέσθαι μ ηὔξατο ὄρνιν, ἵν ἀκόλουθον διάκονόν τ ἔχῃ. δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός· οὗτός γ, ἅτ οἶμαι πρότερον ἄνθρωπός ποτ ὤν, τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς: τρέχω π ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον. ἔτνους δ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας: τρέχω πὶ τορύνην. τροχίλος ὄρνις οὑτοσί. οἶσθ οὖν ὃ δρᾶσον ὦ τροχίλε· τὸν δεσπότην ἡμῖν κάλεσον. ἀλλ ἀρτίως νὴ τὸν Δία εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς. ὅμως ἐπέγειρον αὐτόν. οἶδα μὲν σαφῶς ὅτι ἀχθέσεται, σφῷν δ αὐτὸν οὕνεκ ἐπεγερῶ. κακῶς σύ γ ἀπόλοι, ὥς μ ἀπέκτεινας δέει. οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται ὑπὸ τοῦ δέους. ὦ δειλότατον σὺ θηρίον, δείσας ἀφῆκας τὸν κολοιόν· εἰπέ μοι, σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION