- 텍스트

Aristophanes, Acharnians, Episode 1:

(아리스토파네스, Acharnians, Episode 1:)

ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται·? ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί: ἀλλ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε. ἰώγα ταῦτα πάντα. φέρε πόσου λέγεις· ἢ φορτί ἕτερ ἐνθένδ ἐκεῖς ἄξεις ἰών· ὅ τι γ ἔστ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. ἀφύας ἄρ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον. ἀφύας ἢ κέραμον· ἀλλ ἔντ ἐκεῖ: ἀλλ ὅ τι παρ ἁμῖν μή στι, τᾷδε δ αὖ πολύ. ἐγᾦδα τοίνυν: συκοφάντην ἔξαγε, ὥσπερ κέραμον ἐνδησάμενος. νεὶ τὼ θιὼ λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων. καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. μικκός γα μᾶκος οὗτος. ἀλλ ἅπαν κακόν. ταυτὶ τίνος τὰ φορτί ἐστί· τῶδ ἐμὰ Θείβαθεν, ἴττω Δεύς. ἐγὼ τοίνυν ὁδὶ φαίνω πολέμια ταῦτα. τί δὲ κακὸν παθὼν ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν· καὶ σέ γε φανῶ πρὸς τοῖσδε. τί ἀδικείμενος· ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν: ἐκ τῶν πολεμίων γ εἰσάγεις θρυαλλίδας. ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα· αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον. νεώριον θρυαλλίς· οἶμαι: τίνι τρόπῳ· ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον δι ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν. κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ, σελαγοῖντ ἂν εὐθύς. ὦ κάκιστ ἀπολούμενε, σελαγοῖντ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος· μαρτύρομαι. ξυλλάμβαν αὐτοῦ τὸ στόμα: δός μοι φορυτόν, ἵν αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION