- 텍스트

Aristophanes, Acharnians, Prologue 6:

(아리스토파네스, Acharnians, Prologue 6:)

τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ εἰς ἔνην.? οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα. ἀλλ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. χαῖρ Ἀμφίθεε. μήπω γε πρίν γ ἂν στῶ τρέχων: δεῖ γάρ με φεύγοντ ἐκφυγεῖν Ἀχαρνέας. τί δ ἔστ· ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον: οἱ δ ὤσφροντο πρεσβῦταί τινες Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι. ἔπειτ ἀνέκραγον πάντες, ὦ μιαρώτατε σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων· κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων: ἐγὼ δ ἔφευγον: οἱ δ ἐδίωκον κἀβόων. οἱ δ οὖν βοώντων: ἀλλὰ τὰς σπονδὰς φέρεις· ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα. αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών. αἰβοῖ. τί ἔστιν· οὐκ ἀρέσκουσίν μ ὅτι ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. σὺ δ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών. ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων. ἀλλ αὑταιὶ σπονδαὶ τριακοντούτιδες κατὰ γῆν τε καὶ θάλατταν. ὦ Διονύσια, αὗται μὲν ὄζους ἀμβροσίας καὶ νέκταρος καὶ μὴ πιτηρεῖν σιτί ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι, βαῖν ὅπῃ θέλεις. ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι, χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατ ἀγροὺς εἰσιὼν Διονύσια. ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION