- 텍스트

Aristophanes, Acharnians, Prologue 5:

(아리스토파네스, Acharnians, Prologue 5:)

προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.? ὁδί. ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν - μὰ Δί οὐκ ἄν, εἰ μισθόν γε μὴ φερες πολύν. εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξ, ὑπ αὐτὸν τὸν χρόνον, ὅτ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον: καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, ὑμῶν τ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφ, Ἀθηναῖοι καλοί. ὁ δ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ: ὁ δ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. κάκιστ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων. καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν. τοῦτο μέν γ ἤδη σαφές. οἱ Θρᾷκες ἴτε δεῦρ, οὓς Θέωρος ἤγαγεν. τουτὶ τί ἐστι τὸ κακόν· Ὀδομάντων στρατός. ποίων Ὀδομάντων· εἰπέ μοι τουτὶ τί ἦν· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν· τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις· ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος. οὐ καταβαλεῖτε τὰ σκόροδ· ὦ μόχθηρε σὺ οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. ταυτὶ περιείδεθ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθ ὑπ ἀνδρῶν βαρβάρων· ἀλλ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν τοῖς Θρᾳξὶ περὶ μισθοῦ: λέγω δ ὑμῖν ὅτι διοσημία στὶ καὶ ῥανὶς βέβληκέ με.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION