- 텍스트

Aristophanes, Acharnians, Prologue 4:

(아리스토파네스, Acharnians, Prologue 4:)

ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.? ξυνήκαθ ὃ λέγει· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον. οὐ λῆψι χρῦσο χαυνόπρωκτ Ιαὀναῦ. οἴμοι κακοδαίμων ὡς σαφῶς. τί δ αὖ λέγει· ὅ τι· χαυνοπρώκτους τοὺς Ιἄονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων. οὔκ, ἀλλ ἀχάνας ὅδε γε χρυσίου λέγει. ποίας ἀχάνας· σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλ ἄπιθ: ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν: βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον· ἀνανεύει. ἄλλως ἄρ ἐξαπατώμεθ ὑπὸ τῶν πρέσβεων· ἐπινεύει. Ἑλληνικόν γ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθ ὅπως οὐκ εἰσὶν ἐνθένδ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γ ὦ πίθηκε τὸν πώγων ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος· ὁδὶ δὲ τίς ποτ ἐστίν· οὐ δήπου Στράτων· σίγα, κάθιζε. τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ ἐς τὸ πρυτανεῖον. ταῦτα δῆτ οὐχ ἀγχόνη· κἄπειτ ἐγὼ δῆτ ἐνθαδὶ στραγγεύομαι· τοὺς δὲ ξενίζειν οὐδέποτέ γ ἴσχει θύρα. ἀλλ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. ἀλλ Ἀμφίθεός μοι ποῦ στιν· οὑτοσὶ πάρα. ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι: ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION