호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπέμψαθ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπ Εὐθυμένους ἄρχοντος.? οἴμοι τῶν δραχμῶν. καὶ δῆτ ἐτρυχόμεσθα διὰ Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι, ἐφ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι. σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος. ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων ἄκρατον οἶνον ἡδύν. ὦ Κραναὰ πόλις ἆρ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων· οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν. ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας. ἔτει τετάρτῳ δ ἐς τὰ βασίλει ἤλθομεν: ἀλλ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν· τῇ πανσελήνῳ: κᾆτ ἀπῆλθεν οἴκαδε. εἶτ ἐξένιζε: παρετίθει δ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας· τῶν ἀλαζονευμάτων. καὶ ναὶ μὰ Δί ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν: ὄνομα δ ἦν αὐτῷ φέναξ. ταῦτ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως ὀφθαλμόν. ἐκκόψειέ γε κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως. ὁ βασιλέως ὀφθαλμός. ὦναξ Ἡράκλεις. πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις· ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς· ἄσκωμ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω. ἄγε δὴ σὺ βασιλεὺς ἅττα ς ἀπέπεμψεν φράσον λέξοντ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기