호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάριτ ἐς τὸ πρόσθεν, πάριθ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.? ἤδη τις εἶπε· τίς ἀγορεύειν βούλεται· ἐγώ. τίς ὤν· Ἀμφίθεος. οὐκ ἄνθρωπος· οὔ, ἀλλ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου: τούτου δὲ Κελεὸς γίγνεται: γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν, ἐξ ἧς Λυκῖνος ἐγένε: ἐκ τούτου δ ἐγὼ ἀθάνατός εἰμ: ἐμοὶ δ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. ἀλλ ἀθάνατος ὢν ὦνδρες ἐφόδι οὐκ ἔχω: οὐ γὰρ διδόασιν οἱ πρυτάνεις. οἱ τοξόται. ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με· ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας. κάθησο, σῖγα. μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ, ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. οἱ πρέσβεις οἱ παρὰ βασιλέως. ποίου βασιλέως· ἄχθομαι γὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τ ἀλαζονεύμασιν. σίγα. βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기