호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα:? ἃ δ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρ ἴδω, τί δ ἥσθην ἄξιον χαιρηδόνος· ἐγᾦδ ἐφ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον: ἄξιον γὰρ Ἑλλάδι. ἀλλ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, ὅτε δὴ κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δ ἀνεῖπεν, εἴσαγ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν· ἀλλ ἕτερον ἥσθην, ἡνίκ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθ ᾀσόμενος Βοιώτιον. τῆτες δ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλ οὐδεπώποτ ἐξ ὅτου γὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότ οὔσης κυρίας ἐκκλησίας ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ ἀωρίαν ἥκοντες, εἶτα δ ὠστιοῦνται πῶς δοκεῖς ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες: εἰρήνη δ ὅπως ἔσται προτιμῶς οὐδέν: ὦ πόλις πόλις. ἐγὼ δ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι: κᾆτ ἐπειδὰν ὦ μόνος, στένω κέχηνα σκορδινῶμαι πέρδομαι, ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτ εἶπεν, ἄνθρακας πρίω, οὐκ ὄξος οὐκ ἔλαιον, οὐδ ᾔδει "πρίω," ἀλλ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. ἀλλ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. οὐκ ἠγόρευον· τοῦτ ἐκεῖν οὑγὼ λεγον: ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται. πάριτ ἐς τὸ πρόσθεν, πάριθ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
ἤδη τις εἶπε· τίς ἀγορεύειν βούλεται· ἐγώ. τίς ὤν· Ἀμφίθεος. οὐκ ἄνθρωπος· οὔ, ἀλλ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου: τούτου δὲ Κελεὸς γίγνεται: γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν, ἐξ ἧς Λυκῖνος ἐγένε: ἐκ τούτου δ ἐγὼ ἀθάνατός εἰμ: ἐμοὶ δ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. ἀλλ ἀθάνατος ὢν ὦνδρες ἐφόδι οὐκ ἔχω: οὐ γὰρ διδόασιν οἱ πρυτάνεις. οἱ τοξόται. ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με· ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας. κάθησο, σῖγα. μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ, ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. οἱ πρέσβεις οἱ παρὰ βασιλέως. ποίου βασιλέως· ἄχθομαι γὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τ ἀλαζονεύμασιν. σίγα. βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος. ἐπέμψαθ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπ Εὐθυμένους ἄρχοντος.
οἴμοι τῶν δραχμῶν. καὶ δῆτ ἐτρυχόμεσθα διὰ Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι, ἐφ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι. σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος. ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων ἄκρατον οἶνον ἡδύν. ὦ Κραναὰ πόλις ἆρ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων· οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν. ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας. ἔτει τετάρτῳ δ ἐς τὰ βασίλει ἤλθομεν: ἀλλ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν. πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν· τῇ πανσελήνῳ: κᾆτ ἀπῆλθεν οἴκαδε. εἶτ ἐξένιζε: παρετίθει δ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας· τῶν ἀλαζονευμάτων. καὶ ναὶ μὰ Δί ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν: ὄνομα δ ἦν αὐτῷ φέναξ. ταῦτ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως ὀφθαλμόν. ἐκκόψειέ γε κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως. ὁ βασιλέως ὀφθαλμός. ὦναξ Ἡράκλεις. πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις· ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς· ἄσκωμ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω. ἄγε δὴ σὺ βασιλεὺς ἅττα ς ἀπέπεμψεν φράσον λέξοντ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα. ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
ξυνήκαθ ὃ λέγει· μὰ τὸν Ἀπόλλω γὼ μὲν οὔ. πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον. οὐ λῆψι χρῦσο χαυνόπρωκτ Ιαὀναῦ. οἴμοι κακοδαίμων ὡς σαφῶς. τί δ αὖ λέγει· ὅ τι· χαυνοπρώκτους τοὺς Ιἄονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων. οὔκ, ἀλλ ἀχάνας ὅδε γε χρυσίου λέγει. ποίας ἀχάνας· σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλ ἄπιθ: ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν: βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον· ἀνανεύει. ἄλλως ἄρ ἐξαπατώμεθ ὑπὸ τῶν πρέσβεων· ἐπινεύει. Ἑλληνικόν γ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθ ὅπως οὐκ εἰσὶν ἐνθένδ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γ ὦ πίθηκε τὸν πώγων ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος· ὁδὶ δὲ τίς ποτ ἐστίν· οὐ δήπου Στράτων· σίγα, κάθιζε. τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ ἐς τὸ πρυτανεῖον. ταῦτα δῆτ οὐχ ἀγχόνη· κἄπειτ ἐγὼ δῆτ ἐνθαδὶ στραγγεύομαι· τοὺς δὲ ξενίζειν οὐδέποτέ γ ἴσχει θύρα. ἀλλ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. ἀλλ Ἀμφίθεός μοι ποῦ στιν· οὑτοσὶ πάρα. ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι: ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε. προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
ὁδί. ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν - μὰ Δί οὐκ ἄν, εἰ μισθόν γε μὴ φερες πολύν. εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξ, ὑπ αὐτὸν τὸν χρόνον, ὅτ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον: καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, ὑμῶν τ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφ, Ἀθηναῖοι καλοί. ὁ δ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ: ὁ δ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. κάκιστ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων. καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν. τοῦτο μέν γ ἤδη σαφές. οἱ Θρᾷκες ἴτε δεῦρ, οὓς Θέωρος ἤγαγεν. τουτὶ τί ἐστι τὸ κακόν· Ὀδομάντων στρατός. ποίων Ὀδομάντων· εἰπέ μοι τουτὶ τί ἦν· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν· τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις· ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος. οὐ καταβαλεῖτε τὰ σκόροδ· ὦ μόχθηρε σὺ οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. ταυτὶ περιείδεθ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθ ὑπ ἀνδρῶν βαρβάρων· ἀλλ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν τοῖς Θρᾳξὶ περὶ μισθοῦ: λέγω δ ὑμῖν ὅτι διοσημία στὶ καὶ ῥανὶς βέβληκέ με. τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ εἰς ἔνην.
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα. ἀλλ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. χαῖρ Ἀμφίθεε. μήπω γε πρίν γ ἂν στῶ τρέχων: δεῖ γάρ με φεύγοντ ἐκφυγεῖν Ἀχαρνέας. τί δ ἔστ· ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον: οἱ δ ὤσφροντο πρεσβῦταί τινες Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι. ἔπειτ ἀνέκραγον πάντες, ὦ μιαρώτατε σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων· κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων: ἐγὼ δ ἔφευγον: οἱ δ ἐδίωκον κἀβόων. οἱ δ οὖν βοώντων: ἀλλὰ τὰς σπονδὰς φέρεις· ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα. αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών. αἰβοῖ. τί ἔστιν· οὐκ ἀρέσκουσίν μ ὅτι ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. σὺ δ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών. ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων. ἀλλ αὑταιὶ σπονδαὶ τριακοντούτιδες κατὰ γῆν τε καὶ θάλατταν. ὦ Διονύσια, αὗται μὲν ὄζους ἀμβροσίας καὶ νέκταρος καὶ μὴ πιτηρεῖν σιτί ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι, βαῖν ὅπῃ θέλεις. ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι, χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατ ἀγροὺς εἰσιὼν Διονύσια. ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기