호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεισ ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα, εὐλόγωσ. οἱ μὲν γὰρ δι’ ἀρετὴν φίλοι ὄντεσ εὖ δρᾶν ἀλλήλουσ προθυμοῦνται τοῦτο γὰρ ἀρετῆσ καὶ φιλίασ, πρὸσ τοῦτο δ’ ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι· τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶσ δυσχεραίνει, ἀλλ’ ἂν ᾖ χαρίεισ, ἀμύνεται εὖ δρῶν. ὁ δ’ ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기