호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁμοίωσ γὰρ πρὸσ ἀγνῶτασ καὶ γνωρίμουσ καὶ συνήθεισ καὶ ἀσυνήθεισ αὐτὸ ποιήσει, πλὴν καὶ ἐν ἑκάστοισ ὡσ ἁρμόζει· οὐ γὰρ ὁμοίωσ προσήκει συνήθων καὶ ὀθνείων φροντίζειν, οὐδ’ αὖ λυπεῖν. καθόλου μὲν οὖν εἴρηται ὅτι ὡσ δεῖ ὁμιλήσει, ἀναφέρων δὲ πρὸσ τὸ καλὸν καὶ τὸ συμφέρον στοχάσεται τοῦ μὴ λυπεῖν ἢ συνηδύνειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기