호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐμοῦ μὲν οὖν.? ἐμοῦ μὲν οὖν. ἐγώ σε ποιήσω τριηραρχεῖν <ἀναλίσκοντα τῶν σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ, εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις οὐδὲ ναυπηγούμενος: διαμηχανήσομαί θ ὅπως ἂν ἱστίον σαπρὸν λάβῃς. ἁνὴρ παφλάζει, παῦε παῦ, ὑπερζέων: ὑφελκτέον τῶν δᾳδίων ἀπαρυστέον τε τῶν ἀπειλῶν ταυτῃί. δώσεις ἐμοὶ καλὴν δίκην ἰπούμενος ταῖς ἐσφοραῖς. ἐγὼ γὰρ ἐς τοὺς πλουσίους σπεύσω ς ὅπως ἂν ἐγγραφῇς. ἐγὼ δ ἀπειλήσω μὲν οὐδέν, εὔχομαι δέ σοι ταδί: τὸ μὲν τάγηνον τευθίδων ἐφεστάναι σίζον: σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων ἐμπλήμενος φθαίης ἔτ εἰς ἐκκλησίαν ἐλθών: ἔπειτα πρὶν φαγεῖν ἀνὴρ μεθήκοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐσθίων ἐναποπνιγείης.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기