호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι δὲ καὶ ἐν οἷς τέχνη ἐστί, πολὺ μέντοι καὶ τύχης ἐνυπάρχει, οἱο῀ν ἐν στρατηγίᾳ καὶ κυβερνητικῇ.? πότερον οὖν ἀπό τινος ἕξεως οὗτοί εἰσιν, ἢ οὐ τῷ αὐτοὶ ποιοί τινες εἶναι πρακτικοί εἰσι τῶν εὐτυχημάτων· νῦν μὲν γὰρ οὕτως οἰόνται ὡς φύσει τινῶν ὄντων: ἡ δὲ φύσις ποιούς τινας ποιεῖ, καὶ εὐθὺς ἐκ γενετῆς διαφέρουσιν, ὥσπερ οἳ μὲν γλαυκοὶ οἳ δὲ μελανόμματοι τῷ τὸ δεῖν τοιονδὶ <κατὰ τὸ εἶναι τοιονδὶ> ἔχειν, οὕτω καὶ οἱ εὐτυχεῖς καὶ ἀτυχεῖς. ὅτι μὲν γὰρ οὐ φρονήσει κατορθοῦσι, δῆλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기