- 텍스트

Aristotle, Eudemian Ethics, Book 7 160:

(아리스토텔레스, 에우데모스 윤리학, Book 7 160:)

συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς.? ἐπεὶ δ ὁμοίως ἔχει ψυχὴ πρὸς σῶμα καὶ τεχνίτης πρὸς ὄργανον καὶ δεσπότης πρὸς δοῦλον, τούτων μὲν οὐκ ἔστι κοινωνία. οὐ γὰρ δύ ἐστίν, ἀλλὰ τὸ μὲν ἕν, τὸ δὲ τοῦ ἑνός οὐδέν. οὐδὲ διαιρετὸν τὸ ἀγαθὸν ἑκατέρῳ, ἀλλὰ τὸ ἀμφοτέρων τοῦ ἑνὸς οὗ ἕνεκα ἐστίν. τό τε γὰρ σῶμά ἐστιν ὄργανον σύμφυτον, καὶ τοῦ δεσπότου ὁ δοῦλος ὥσπερ μόριον καὶ ὄργανον ἀφαιρετόν, τὸ δ ὄργανον ὥσπερ δοῦλος ἄψυχος.?

상위

Aristotle (아리스토텔레스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION