호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνάπαλιν δὲ καὶ δεικτέον ἢ ὡσ νῦν δεικνύουσι τὸ ἀγαθὸν αὐτό. νῦν μὲν γὰρ ἐκ τῶν ἀνομολογουμένων ἔχειν τὸ ἀγαθόν, ἐξ ἐκείνων τὰ ὁμολογούμενα εἶναι ἀγαθὰ δεικνύουσιν, ἐξ ἀριθμῶν, ὅτι ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια ἀγαθόν· τάξεισ γὰρ καὶ ἀριθμοί, ὡσ τοῖσ ἀριθμοῖσ καὶ ταῖσ μονάσιν ἀγαθὸν ὑπάρχον διὰ τὸ εἶναι τὸ ἓν αὐτὸ ἀγαθόν. δεῖ δ’ ἐκ τῶν ὁμολογουμένων, οἱο͂ν ὑγιείασ ἰσχύοσ σωφροσύνησ, ὅτι καὶ ἐν τοῖσ ἀκινήτοισ μᾶλλον τὸ καλόν. πάντα γὰρ τάδε τάξισ καὶ ἠρεμία·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기