호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κλεομένης προσπορευομένης τε τῆς νουμηνίας καὶ δέον τοῖς στρατιώταις σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπίτηδες:? προπορευομένου δὲ τοῦ μηνὸς ἀναπλεύσας διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντος μηνὸς διέλιπεν ἑώς τῆς νουμηνίας. οἱ μὲν οὖν στρατιῶται διὰ τὸ νεωστὶ εἰληφέναι τὴν σιταρχίαν ἡσυχίαν εἶχον, ἐκεῖνος δὲ παραλλάξας ἕνα μῆνα παρὰ τὸν ἐνιαυτὸν ἀφῄρει μισθὸν ἀεὶ μηνός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기