- 텍스트

Aristotle, Economics, Book 2 117:

(아리스토텔레스, 경제학, Book 2 117:)

Ἀλεξάνδρου τοῦ βασιλέως ἐντειλαμένου αὐτῷ οἰκίσαι πόλιν πρὸς τῇ Φάρῳ καὶ τὸ ἐμπόριον τὸ πρότερον ὀ`ν ἐπὶ τοῦ Κανώβου ἐνταῦθα ποιῆσαι, καταπλεύσας εἰς τὸν Κάνωβον πρὸς τοὺς ἱερεῖς καὶ τοὺς κτήματα ἔχοντας ἐκεῖ ἐπὶ τούτῳ ἥκειν ἔφη ὥστε μετοικίσαι αὐτούς.? οἱ <δὲ> ἱερεῖς καὶ οἱ κάτοικοι εἰσενέγκαντες χρήματα ἔδωκαν, ἵν ἐᾷ κατὰ χώραν αὐτοῖς τὸ ἐμπόριον. ὁ δὲ λαβὼν τότε μὲν ἀπηλλάγη, εἶτα δὲ καταπλεύσας, ἐπεὶ ἦν εὐτρεπῆ αὐτῷ τὰ πρὸς τὴν οἰκοδομίαν, ᾔτει αὐτοὺς χρήματα ὑπερβαλὼν τῷ πλήθει:?

상위

Aristotle (아리스토텔레스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION