- 텍스트

Aristides, Aelius, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου?, περὶ ἐμφάσεως.

(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ ἐμφάσεως.)

τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται: ὅμως δ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων, καὶ πάλιν, ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια. ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθ ἑαυτό, τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν. ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, θέαμα δεινόν, καὶ πάλιν νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρ ὑμῶν ἐπανορθώσεως δεόμενον.

καὶ ἐν τῷ κατὰ Μειδίου, ἀλλ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ. κατὰ δὲ σχῆμα ἔμφασις γίνεται, ὅταν τις δεικτικοῖς χρῆται, οἱο῀ν οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθ ὁ νόμος καὶ καλῶς ἔχων.

καὶ πάλιν ἐν συμβουλευτικοῖς, ὁρᾶτε ταύτην τὴν πόλιν, ἐν ταύτῃ τηλικαύτῃ τὸ μέγεθος οὔσῃ. ὁρᾷς τὸν Ἀριστόλοχον τὸν Χαριδήμου· ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο. ἔμφασιν δέ σοι καὶ ἐρωτήσεις ποιήσουσιν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος, εἰ δέ τις ἔροιτό σε, ὦ Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τὸν δῆμον Θορίκιος καὶ υἱὸς Μαντιθέου, οὐδὲν ἄλλο ἂν ἔχοις εἰπεῖν πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίθεος·

καὶ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δ ἐγὼ ὑπὲρ σοῦ τοῦτο ποιήσω, εἶτα ἡ ἐρώτησις, πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου· καὶ ὅταν δέ τις ἀναιρέσεσι συνεχέσι χρῆται, ἔμφασις γίνεται ἐν τῷ λόγῳ.

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται τὸν αὐτὸν τρόπον ἔμφασις, ὅνπερ καὶ ἡ τραχύτης καὶ ἡ σφοδρότης.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION