호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κάτοξυ καὶ ἐπίκαιρον κακὸν φλεγμασίη καὶ πρῆσις τοῦ πνεύμονος, ἐφ οἷσι πνὶξ ὀλιγοχρονίη. χρὴ ὦν ἀντίξοα ἠδὲ ὠκέα ἔμμεναι τὰ ἀλεξήμα τα· τάμνειν αὐτίκα τὰς ἐπ ἀγκῶνι φλέβας· ἠδ ἄμφω ἅμα ἐπὶ δεξιὰ καὶ ἀριστερὰ μᾶλλον, ἢ ἐκ μιῆς μέζονος, -- ὡς ἀφ ἑκατέρης τῆς χώρης τοῦ πνεύμονος ἡ ἀντίσπασις τῶν ὑγρῶν ἐῄ· μὴ μέσφι λειποθυμίης· προστιμωρέει γὰρ τῇ πνιγὶ ἡ λειποψυχίη. ἀλλὰ κἢν σμικρὸν ἀναπνεύσωσι, ἐπισχόντα χρὴ τὴν Ῥοὴν αὖθις ἀφαιρέειν. ἢν γὰρ ἐξ αἵματος αἱ προφάσιες ἐώσι, αὐτὴν τὴν αἰτίην ἡ φλεβοτομίη ἄγει· ἤν τε φλέγμα, ἢ ἀφρὸς, ἤ τι ἄλλο τῶν ὑγρῶν πρήσσῃ, αἱ τῶν φλεβῶν κενώσιες εὐρυτέρην τὴν τοῦ πνεύμονος ποιέουσι χώρην ἐς δίοδον τῆς ἀναπνοῆς. Χρὴ δὲ καὶ κάτω ἄγειν ὑγρὰ καὶ φύσας, ἐπὶ μὲν φλεβοτομίης διαχρίοντα τὴν ἕδρην λίτρῳ, μέλιτι, πηγάνῳ, Ῥητίνῃ τῇ ἀπὸ τῆς τερμίνθου τῇ ὑγρῇ. ἀντὶ δὲ τῆς φλεβοτομίης, εἰ μέζων ἡ κώλυσις ἐοί, ὑποκλύζειν χυλῷ δριμέϊ, ἁλσὶ μὲν πρὸς τῷ λίτρῳ, ἡ Ῥητίνη δὲ τῆς τερμίνθου ξὺν τῷ μέλιτι· πήγανον δὲ ἐν τῷ ἐλαίῳ καὶ ὕσσωπον ἐν τῷ ὕδατι ἑψηθέντα. καὶ κολοκύντης δὲ τῆς ἀγρίης αἱ σάρκες, αἱ εἴσω, ἑψηθεῖσαι ξὺν ὕδατι, ἄρισται. Σίκυαι κοῦφαι ἐς τὰ μετάφρενα καὶ τὸν νῶτον καὶ τὰ ὑποχόνδρια πάντη ξύμφοροι . ἢν δέ πως ὁ θώρηξ εὔσαρκος ἐῄ, ὅκως μὴ ἀμφὶ τοῖσι ὀστέοισι τὸ δέρμα ἡ σικύη ἀμφιθλάσῃ ἐρείδουσα, καὶ τῷδε προσβάλλειν· ἢν γὰρ πάντη τοῦ σώματος τά τε ὑγρὰ ἐφέλκηται καὶ τὸ πνεῦμα ἔξω τιταίνηται , οἷσί περ ὁ πνεύμων πνίγεται, ἀνάπνευσις ἂν γίγνοιτο τοῦ κακοῦ. πάντη γὰρ πολιορκέειν χρὴ τὴν περιπνευμονίην. Ἀτὰρ μηδὲ τῶν διὰ στόματος ὠφελούν των φαρμάκων ὑπερορῆν μηδέν. ἕλκει γὰρ ὁ πνεύμων καὶ ἐν ὑγείῃ ὑγρὸν, καὶ ἢν νοσῇ. φαρμάκων διδόναι ὦν ὁκόσα λεπτύνει τὰ ὑγρὰ ἐς διαπνοὴν, ἠδὲ ὀλισθηρὰ καὶ εὔροα ἐς ἀναγωγὴν τεύξει· πίνειν μὲν ἐς τάχος τῆς ὠφελείης λίτρον ξὺν ὑσσώπου ἑψήματι, ἢ ἅλμην ξὺν ὄξεϊ καὶ μέλιτι, ἢ σίνηπι ὑγρὸν ξὺν μελικρή τῳ. ἐμπάσσειν δὲ ἑκάστῳ καὶ τῆς ἴριδος τῆς Ῥίζης καὶ πεπέριος εὔτολμον· ἀτὰρ καὶ τάδε ξηρὰ σήσαντα ξὺν μέλιτι διδόναι. ἢν δὲ ἀΰπνοι ἐώσι δι ἡμέρης, ἠδὲ ἐγρηγορῶσι πάννυχοι, δέος μὴ ὁ ἄνθρωπος μανῇ, καὶ ποικίλων φαρμάκων ὑπνωτικῶν χρέος, ἢν μή τι ἐνδιδῷ ἡ νοῦσος, ὅκως καὶ τὴν ταλαιπωρίην ὁ τῶν φαρμάκων καιρὸς εὐνάσῃ. τὰ πολλὰ γὰρ γίγνεται καρώδεα. ἢν δὲ ἐν ἀκμῇ τῆς πνιγὸς καὶ ὑπὸ τῷ ὀλέθρῳ φάρμακον διδῷς, θανάτου ἂν εἰής παρὰ τοῖσι δημότῃσι αἴτιος. Χρὴ δὲ καὶ τὰ σιτία ἴκελα ἔμμεναι, δριμέα, λεπτὰ, διαλυτικὰ παχέος, σμηγματώδεα· λαχάνων, πράσον, ἢ κορωνόπους, ἢ κνίδη, ἢ κράμβη ἐν ὄξεϊ ἑψηθεῖσα. αὐστηρῶν δὲ, πτισάνης ὁ χυλὸς, τῆς ὀριγάνου ἢ ὑσσώπου προσλαβὼν, ἠδὲ πεπέριος καὶ λίτρου πλεῖον ἀντὶ τῶν ἁλῶν· χόνδροι ξὺν μέλικρήτῳ κάθεφθοι. ἄφυσα δὲ πάντα ἐν τῇ ἑψήσι ἔστω. κακὸν γὰρ περιπνευμονικοῖσι φῦσαι. οἶνος ποτὸν, ἢν ἄπυροι ἐώσι, μὴ πολλόν τι τῆς στύψιος ἔχων. πυκνωτικὸν γὰρ σωμάτων ἡ στῦψις. χρὴ δὲ τουτέοισι ἀραιοῦν μὲν τὰ μέρεα μᾶλλον. πολλὸν δὲ ἄγειν τὰ πτύελα· τὸ ξύμπαν δὲ, ὀλίγον ἔστω ποτόν πνεύμονι γὰρ τέγξις κακὸν, οὕνεκεν πνεύμων ἀπὸ στομάχου ἕλκει καὶ κοιλίης. Θώρηξ δὲ ἐσκεπάσθω εἰρίοισι ξὺν λίπαϊ, καὶ λίτρῳ, ἢ ἁλσί. ἄριστον δὲ χρῖσμα τὸ διὰ τῆς λιμνήστιδος, σίνηπι ξηρὸν ξὺν κηρωτῇ ὑγρῇ. καὶ τὸ ξύμπαν ἔξω ἄγειν καὶ ὑγρὰ καὶ θερμασίην καὶ πνεῦμα. ἀρήγει καὶ ὄσφρησις δριμέων, χρίσιες, ἄκρων δεσμός. τάδε μέντοι ποιέοντι ἢν μὴ εἴκῃ ἡ νοῦσος, ἀνέλπιστος ὁ ἄνθρωπος. Πᾶσαι δὲ ἰδίαι ἀναγωγῆς αἵματος οὐκ εὐήθεες, οὐ τοῦ τρόπου μοῦνον, ἢν ἐκ Ῥήξιος, ἢ διαβρώσιος , ἀλλὰ κἢν ἀραίωσις φέρῃ· οὐδ ἢν ἀπὸ θώρηκος , ἢ πνεύμονος, ἢ στομάχου, ἢ ἥπατος, τῶν κινδυνωδέων· ἀλλὰ κἢν ἀπὸ κεφαλῆς ἡ ἀσινεστέρη . αἵματος γὰρ ἡ φορή· αἷμα δὲ πάντων τροφὴ, πάντων δὲ θέρμη, πάντων δὲ χροιή· καὶ φοβερὸν μὲν ἰδεῖν διὰ στόματος ὁκωσοῦν Ῥέον· κακὸν δὲ, ἤν γε ἀπὸ σπλάγχνου καιρίου · κάκιον δὲ ἢν ἐκ Ῥήξιος καὶ διαβρώσιος. Χρὴ ὦν τὸν ἰητρὸν τοῦ πάθεος ξυνεπείγειν μᾶλλον ἀρήγοντα. καὶ πρῶτον μὲν ψυχρότερον αἱρέεσθαι ἠέρα ἐς ἀναπνοὴν, σηκὸν ἐπίπεδον, κλίνην ἑδραίην, ὅκως μηδὲν σείηται-- ἐρεθιστικὸν γὰρ αἱ σείσιες-- κοίτη δὲ στερεὴ, μὴ κάρτα εἴκουσα μηδὲ βαθείη, ἄθερμος · ὄρθιον δὲ τὸ σχῆμα· ἡσυχίη λαλιῆς, ἠδὲ ἀκουσμά των . ψυχῆς ἀταραξίη, εὐθυμίη. πάγχυ δὲ τοῖσι τουτέοισι ξυνομαρτέει δυσελπιστίη. τίς γὰρ ἐμέων αἷμα θάνατον οὐκ ὀρρωδέει· Ἢν ὦν πολύαιμοι καὶ ἐπίφλεβοι ἐώσι, ἐπὶ πάσῃ ἰδέῃ ἀναγωγῆς τάμνειν φλέβα· ἤν τε γὰρ ἐκ Ῥήξιος ἢ διαβρώσιος, εὐάρμοστος φλεβοτομίη · ἤν τε ἐπ ἀραιώσι, δέος μὴ ἀπορρήξῃ τὸ πλῆθος· τάμνειν δὲ τὴν ἐπ ἀγκῶνι κοίλην · εὔροόν τε γὰρ τὸ αἷμα τῆσδε καὶ κατασχά ζεσθαι Ῥηϊδίη, καὶ ἐς πλεῦνας ἡμέρας Ῥέειν ἀσινέως εὔστομος. ἐπὶ πᾶσι δὲ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν καιρίων σπλάγχνων ὁδὸς ἥδε αἵματος. ἡ δὲ ἀνωτέρη τῆσδε, καὶ ἥδε, ἀποσχίδες ἐάσι, μιῆς τῆς ἀπὸ τοῦ βραχίονος, ἄμφω. ὥστε οὐδὲν μέζον ἡ ἀνωτέρω τῆς μέζης ἐς ὄνησιν ἴσχει. ἀΐδριες γὰρ τῶν ἀποσχισίων, ὅσοι στομάχῳ καὶ ἥπατι ξυνῆψαν τὴν ἄνω. ἢν δὲ ἀπὸ σπληνὸς Ῥὲῃ, ταμνεν τῆς ἀριστερῆς χειρὸς τήν μέσην δακτύλων μικροῦτε καὶ παραμέσου. τήνδε γὰρ τῶν ἰητρῶν μετεξέτεροι δοκέουσι ἐπὶ σπλῆνα κραίνειν· ἀτὰρ καὶ ἥδε τῶν ἐπ ἀγκῶνι τῆς κάτω ἐστὶ ἡ ἀπόσχισις. τί ὦν πλέον εἰ πρὸς τοῖσι δακτύλοις, καὶ μὴ ἐπ ἀγκῶνι τάμνοι τις αὐτέην· μείζων γὰρ τῇδε καὶ εὔροος. τὸ ξύμπαν μὲν ὦν πρόσω λειποθυμίης ἐπισχεῖν · ἀτὰρ μηδὲ πολλὸν ἀφαιρέειν. ἱκανὴ γὰρ καὶ ἡ αἱμορραγίη γυιῶσαι τὸν ἄνθρωπον. ξυνεχὲς δὲ καὶ ἀπὸ σμικρῆς ἀφαιρέσιος ἐπαφαιρέειν, καὶ αὐτῆμαρ, καὶ τῆς ὑστεραίης, καὶ ἐπὶ τῆς ἄλλης ὑστέρης. ἢν δὲ ὁ ἀσθενέων ἰσχνὸς καὶ λείφαιμος ἐῄ, μὴ τάμνειν φλέβα. τάδε μὲν ὦν ἀμφὶ ἀφαιρέσιος αἵματος. Ἀρήγειν δὲ καὶ δεσμοῖσι ἄκροις· ποδῶν μὲν, ὑπὲρ σφυρὰ καὶ γούνατα · χειρῶν δὲ, ὑπὲρ καρπὸν καὶ βραχίονα· ταινίη πλατείη, ὅκως ἡ διάσφιγξις κραταιὴ μὲν ᾖ, ἄλγος δὲ μὴ φέρῃ· τοῖσι δὲ αἱμορραγέουσι χωρίοισι ἐπιβάλλειν χρὴ ἔρια μὲν πινόεντα οἰσύπῳ ἀπὸ τῆς ὀΐος· τέγγειν δὲ χυμῷ, οἴνῳ αὐστηρῷ, καὶ Ῥοδίνῳ, ἢ μυρσίνῳ λίπαϊ. ἢν δὲ ξυνεπείγῃ ἡ αἱμορραγίη , ἀντὶ μὲν τῶν ἐρίων σπόγγοισι χρέεσθαι· ὄξεϊ δὲ, ἀντὶ τοῦ οἴνου. ὑπαλειφέσθω δὲ μυρσίνῳ τὸ χωρίον· ἐπιπάσσειν δὲ τοῖσι σπόγγοισι τῆς ἀκακίης, ἢ ὑποκιστίδος ξηρῶν τῶν χυλῶν, ἢ καὶ ἀλόης. ἄριστον δὲ καὶ τὸ ὀμφάκιον ὄξεϊ λυθέν. ἢν δὲ ἡ τέγξις ἄσηρον ᾖ καὶ δύσφορον, ἐμπλάστροισι χρέεσθαι. καὶ γὰρ τὸ δέρμα περιτείνουσι, καὶ οἱο῀ν τῇ χειρὶ κρατέουσι. ἀτὰρ καὶ αἱ δυνάμεις αὐτέων στῦψαι καὶ ξηρῆναι δυνατώταται. μυρίαι δὲ καὶ ἄλλοισι ἄλλαι πείρῃ ἐάσι πισταί· ἄρισται δὲ ὁκόσαι ὄξος ἴσχουσι καὶ ἰτέης φύλλων χυλὸν, ἠδὲ καὶ ἄσφαλτον, καὶ ἰὸν, καὶ στυπτηρίην, καὶ λιβανωτὸν, καὶ σμύρνην, καὶ χαλκὸν κεκαυμένον καὶ λεπίδα, καὶ ὁκόσαι τοιαῖδε ἐπὶ τοῖσι ἐμπλάστροισι· ἢ ἔρια τὰ πινόεντα, ἢ οἱ σπόγγοι ἐν βραχέϊ δευθέντες ὄξεϊ· ἢν δὲ τὴν τάνυσιν τῶν ἐμπλάστρων μὴ φέρωσι, ἐπίθεμα ποιέειν· φοίνικες οἱ πίονες ἐν οἴνῳ μέλανι αὐστηρῷ δευθέντες ἐς μᾶζαν τρίβονται· ἔπειτα ἀκακίη ἐμπάσσεται λείη καὶ σίδια· ἐγχρισθέντα δὲ ἐς τρύχιον κατὰ τοῦ θώρηκος τίθεται. ἄλφιτα οἴνῳ, ἢ ὄξεϊ δευθέντα, ἠδε φακῆς ἄλητον λεπτὸν, κρησέρῃ σεσησμένον , κηρωτῇ ἢ Ῥοδίνῳ μύρῳ ἀναλαμβάνοντα τιθέναι. μίσγειν δὲ καὶ συμφύτου τῆς Ῥίζης σεσησμένης . Ἄλλο· βραβύλων ἀγρίων Ῥίζας ἑψεῖν ἐν ὄξεϊ καὶ τρίψαντα ἐς μᾶζαν, παραμίσγειν Ῥοὸς, καὶ κόμμιος, καὶ μυρσίνης βραχύ. τῶνδε μέντοι γε ἄλλα ἄλλοισι ξυμμίσγειν , ὅκως ἂν ἰσχύος τῆς τῶν φαρμάκων καὶ προσηνείης καὶ ὀσμήσιος δέηται. χρὴ γὰρ καὶ τοῖσι κάμνουσι χαρίσασθαι . τάδε μὲν ἐκτὸς θετὰ ἄκη. Ἡ δὲ τῶνδε καιριωτ έρη ἰήσις ἐν τοῖσι ποτοῖσι καὶ καταπότοισι κέεται, ὡς ἄγχιστα τῶν τετρωμένων ἐῄ τὰ φάρμακα. τρισσὴ δὲ τουτέων ἡ ἰδέη· ἢ τοὺς ὀχετοὺς τοῦ Ῥοοῦ δῆσαι, ξυναγωγ ῇ καὶ πιέσι τῶν ἀγγείων, ἢ τὸ Ῥέον παχῦναί τε καὶ πῆξαι ὡς μὴ διαρρέῃ, κἢν παραπέμπωσι οἱ ὀχετοί· ἢ ξηρῆναι τὰς ἐφόδους πρὸς ἕδρην τὴν ἀρχαίην τὸ αἷμα στήσαντα, ὅκως μὴ τῇ ἐπιρροῇ κενεόμενοι οἱ χῶροι προσμενέωσι, πλημμυρῶσι δὲ ἔνθα ἡ ξύνδοσις. ἐπὶ μὲν τῆς ἀραιώσιος τῶν φλεβῶν ἡ στῦψις ἀρκέει. διαρρέει γὰρ, ὡς ὑδρεῖον νέον δευθὲν, τῇσι ἀραιώσεσι. ἀτὰρ ἠδὲ ἐπὶ τῇσι διαιρέσεσι στῦψις μὲν ἰητρείη ἐς τὴν ξυναγωγὴν τῶν χειλέων · μέζοσι δὲ καὶ δυνατωτέροισι τοῖσι φαρμάκοις χρέεσθαι. ἢν δὲ ὁ τῆς διαβρώσιος ἐῄ τρόπος, καὶ μὴ ξυνάγηται ὑπὸ τῆς στύψιος τοῦ ἕλκεος τὰ χείλεα, σεσήρῃ δὲ τὸ τρῶμα, ἀξύμβατον ἐκ τῆς διαθλίψιος ἐὸν, πάγον χρὴ τοῦ αἵματος, ἀτὰρ ᾐδὲ τῆς θέρμης ποιέειν. ἀκινησίῃ γὰρ τῶνδε καὶ πήξι ἵσταται ὁ Ῥόος. ὀξύκρητον μὲν ὦν τοῖσι ἀραιοῖσι ἱκανὸν ἐς στῦψιν. οὐδὲ γὰρ οὐδὲ αἷμα ἄκρητόν ἐστι τὸ Ῥέον, ἀλλὰ τοῦδε ἰχὼρ διὰ σμικρῶν τῶν στομίων · καὶ τοῦδε οὐ πολλοῦ οὐδὲ πολλάκις χρέος· μετεξετέροισι δὲ καὶ ἡ ἔξωθεν ἰητρείη · ἀτὰρ καὶ φοινίκων ἢ κεράτιων ἐδωδίμων ἕψημα ποθὲν, μοῦνον ἤρκεσε. ἔστω δὲ τὸ ὄξος οἴνων μὲν τῶν στυφόντων τῷ γένεϊ, εἰ μὴ φαρμακείῃ δὲ, ἀλλὰ τῷ χρόνῳ δριμύτε καὶ στῦφον. ἐπὶ δὲ τῇσι διαστάσεσι τῶν τρωμάτων πρὸς τῷ ὀξυκρήτῳ ἔστω φάρμακα ἁπλᾶ τὴν πρώτην, ἀρνογλώσσου χυλὸς, ἢ πολυγόνου, ἢ σέριδος, ἑκάστου μοίρη πρὸς τῷ ὀξυκρήτῳ· ἢν δ ἐπὶ μᾶλλον Ῥέῃ, ὑποκιστίδος, ἢ ἀκακίης ξηρῶν ἐμπάσσειν, ἐς γ κυάθους τοῦ ὀξυκρήτου, ὁλκῆς τῶνδε δραχμὴν μίην. ἄριστος δὲ καὶ χυλὸς ὄμφακος. ἢν δὲ κρέσσων ἡ ξυμφορὴ τῷδε γίγνηται, κηκίδα λείην καὶ βάτου Ῥίζην ξηρὴν, καὶ λίθον τὴν ἐξ ἁλὸς κουράλλιον λείην ξηρὴν ἐμπάσσειν. δυνατωτέρη δὲ τῶνδε τοῦ Ῥήου ἡ Ῥίζα, ἐμψῦξαι, ξηρῆναι, στῦψαι, τὰ πάντα ποιῆσαι· ἀτὰρ καὶ ἥδε ξὺν τῷ ὀξυκρήτῳ μούνῳ· ἢν δὲ μεζόνων ἀρήγειν χρέος, τοῖσι χυλοῖσι σέριδος, ξὺν ἀρνογλώσσῳ , τῆς Ῥίζης ἐμπάσσειν ὁλκῆς τριώβολον, ἐς κυάθους τοῦ ὑγροῦ τρεῖς ἢ τέσσαρας. ἐπὶ δὲ τῇσι διαβρώσεσι τότε ὅλως ἐν ἐκείνῃ στῦψιν ἐμποιέειν ἐς πάγον τοῦ διαρρέοντος αἵματος · καὶ τοῖσι δεχομένοισι ὅκως ἀπὸ πολλοῦ τοῦ τρώματος μύωσιν αἱ φλέβες· ἀλλὰ καὶ τὰ πινόμενα ἔστω κραταιὰ, δυνατὰ ποιῆσαι πάγον. χυλὸν ὦν κοριάνου ξὺν ὄξεϊ, ἠδὲ λαγοῦ ταμισὸς, ἢ νεβροῦ, ἢ ἐρίφου, μὴ πολλὸν δὲ διδόναι. ἔκτεινε γάρ κοτε τουτέων τι τῷ πλήθεϊ· ἀλλὰ τοῦ μὲν χυλοῦ τοῦ κοριάνου μὴ μεῖον μὲν ἡμικυάθου ἐς τρεῖς τοῦ ὀξυκρήτου, τῆς δὲ ταμισοῦ ὀβολοὶ μὲν τρεῖς, τὸ δὲ πλεῖστον ὀβολοὶ δ. ἐς δὲ τὰ τοιάδε εἴδεα τῆς φορῆς, καὶ γῆ ἀρίστη Σαμία, καὶ ἀστὴρ κάρτα λευκὸς, καὶ Ἐρετριὰς, καὶ Σινῶπις, καὶ σφραγὶς ἡ Λημνίη. τουτέων δὲ ὁλκὴ σταθμοῦ, τὸ μεῖον, ά. τρεῖς δὲ τὸ πλεῖστον · ξύν τινι τῶν ἑψημάτων, φοινίκων, ἢ κερατίων ἐδωδίμων, ἢ Ῥιζῶν βάτων· ἢν δὲ τρηχύνηται ἡ ἀρτηρίη καὶ ἐπὶ τῷδε βήσσῃ, σιραίῳ τῷ Κρητικῷ ἐμπάσσειν τάδε. ἄριστον ἐς λείωσιν ἀρτηρίης καὶ ἄμυλος ξὺν τοῖσι δευθείς · ξὺν γὰρ τῷ λείῳ καὶ τὸ παγερὸν ἴσχει. ἢν μὲν ὦν μὴ ξυνεπείγῃ ἡ φορὴ, ἅπαξ τῆς ἡμέρης πρὸ τῆς προσάρσιος δοτέον· ἢν δὲ, καὶ δὶς καὶ τρίτον ἐς τὴν ἑσπέρην. ἐκ δὲ τῶν φαρμάκων καὶ κατάποτα ποιέειν ξηρῶν ἐν μέλιτι ἑφθῷ ἐς σύστασιν· κηκὶς λείη· ἄριστον δὲ καὶ Ῥόος ἐς τὰ ὄψα, γίγαρτα, καὶ ὁ ὀξυλαπάθου καρπὸς, καὶ ἰδίῃ ἑκάστου, καὶ ξυνῇ. τάδε μέντοι καὶ ὑπὸ τῇ γλώσσῃ ἔχειν ἐς τὸ διηνεκὲς τῆς συντήξιος. ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον · ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου δι ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται. Ἄνευ μὲν ὦν πυρετῶν ἅπαντα τολμέειν ἐπὶ τοῖσι φαρμάκοισι , καὶ πολλὰ καὶ πολλάκις διδόντα · ἢν δὲ ἐπιπυρεταίνωσι,--τὰ πολλὰ καὶ ἐπὶ τῇσι φλεγμασίῃσι τῶν τρωμάτων γίγνονται πυρετοὶ,-- μήτε ἀθρόον ἴσχειν τὴν φορὴν, μήτε ἐν τοῖσι παροξυσμοῖσι φάρμακα πιπίσκειν. πολλοὶ γὰρ ὑπὸ πυρετῶν θᾶσσον ὄλλυνται ἢ ὑπὸ τῆς τοῦ αἵματος φορῆς. Τροφαὶ ποικίλαι καὶ τὴν ἰδέην ὁκοῖα τὰ φάρμακα. ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. οὔτε γὰρ ἐπὶ μιῇ μούνῃ ἅπαντα εὑρεῖν τὰ τροφῆς ἀγαθὰ εὔπορον, οὔτε, ἢν μὲν οὖν μούνη ἐς ἰητρείην ἀρκέῃ, μιῇ μούνῃ χρέεσθαι, διὰ τὸν κόρον Ῥηίδιον. καὶ γὰρ τὰ ποικίλα εἴκειν, εἰ δὴ ἀπὸ χρόνιον γίγνεται. ἔστω ὦν στύφουσα καὶ ἐς δύναμιν ψύχουσα · ἀτὰρ ἠδὲ ἐς θίξιν· θέρμη γὰρ αἵματος πρόκλησις. χόνδροι πλυτοί· ὄρυζα ἐς ὀξύκρητον· ἢν δὲ τὸ ὄξος βῆχας ἐμποιέῃ, φοινίκων ἕψημα, ἄρτος ὀπτὸς, κατάξηρος, κοπεὶς, ἠδὲ καὶ ἐς ἄλητον σεσησμένος . ἁπάντων ὦν Ῥόφημα ξὺν λίπαϊ· θύμβρη ἁλσὶ ἡδυνθεῖσα, Ῥοὸς ἐπίπασμα. ἢν δὲ καὶ χαρίσασθαί τι κάμνοντι ἐθέλῃς, κορίανον ἔστω ἐς ἡδονὴν ὅτῳ φίλον, ἤ τι τῶν οὐρητικῶν ἠδὲ εὐπνόων σπερμάτων . φακὸς, ἢν μὲν ἡ αἱμορραγίη ἐπείγῃ, ξὺν ἀρνογλώσσου χυλῷ· ἢν δὲ μὴ, τοῦ χυλοῦ ἔστω φειδώ. οὐ γὰρ εὔπεπτον οὐδὲ προσηνὲς ἐς γεῦσιν. χρὴ δὲ τουτέοισι ἥκιστα πάντων δύσπεπτα διδόναι. ἢν δὲ ἐξ αἱμορραγίης θάνατον ὀρρωδέῃς, καὶ ἀτερπὲς καὶ δύσπεπτον · ἠδὲ ἀπηνέα ἔστω τὰ σώζοντα. κηκὶς ὦν ξηρὴ, λείη, προσεπιπασσέσθω φακῷ τῷ ξηρῷ καὶ ψυχρῷ· ὠὰ ἑψήσι παχέα, ξὺν Ῥοιῆς σιδίοισι, ἢ κηκῖδι. ἥδε ἐστὶ ὑπ ἀνάγκης ἐν φαρμάκῳ τροφή· ποτὸν δὲ τὸ ξύμπαν ὀλίγον ἔστω· ξηρῇ γὰρ διαίτῃ ὑγρὸν ἀξύμφορον. τοιάδε μὲν, στῦψαι καὶ ψῦξαι εἰ ἐθέλεις · ἢν δὲ παχῦναι καὶ αἷμα καὶ πνεῦμα, γάλα καὶ ἄμυλος καὶ χόνδροι, ἄλλοτε μὲν ξὺν ἀμύλῳ, ἄλλοτε δὲ ξὺν χόνδρῳ γάλα· ἐς πῆξιν δὲ ἡ σύστασις ὡς μὴ Ῥόφημα ὑγρὸν ᾖ. ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν · ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν , παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια. τεκμαίρεσθαι δὲ τὰς ξυμμετρίας τῶν ξηραινόντων ἢ παχυνόντων · καὶ γὰρ βηχώδεα ταῦτα, ὑπερβολῇ τε ξηρότητος μετεξετέροισι προσέρρηξε τὰς φλέβας. ἢν δὲ εὖ πρήσσηται μὲν, ἴσχηται δὲ τὸ αἷμα, ἐς τἀναντία ἐκ προσαγωγῆς ἡ μεταβολή· καὶ μηδὲν ἄγαν. φιλόστροφα γὰρ τάδε καὶ κακοήθεα. χρὴ δὲ σαρκοῦν ἤδη τὸν ἄνθρωπον καὶ τὰς ὠτειλὰς ἐς τὸ πιηρὸν ἄγειν, αἰώρῃς, ἢ τρίψεσι μαλθακῇσι, περιόδοισι , θυμηδίῃσι, τροφῇ ποικίλῃ καὶ ξυνήθεϊ. Τάδε μὲν ὦν, ἢν ἐκ τῆς φορῆς τοῦ αἵματος τὸ τρῶμα ξυμπεσῃ, καὶ ὁ χῶρος ὑγιασθῇ εὐακέως· ἢν δ͵ ἐγκαταλείπηται ἕλκος, καὶ διάπυον γίγνηται, ἑτέρης μελέτης χρέος· καὶ γὰρ καὶ ἑτέρων διαδέχεται ἡ φορή. περὶ τῆσδε μέντοι ἐν τοῖσι χρονίοισι λελέξεται. Ἐν συγκοπῇ μάλα χρὴ τὸν ἰητρὸν πρόνοιαν ἐπιτηδεύειν· μέλλουσαν μὲν γὰρ ἢν προγιγνώσκῃς, τά τε παρεόντα ἐπεσσυμένως συνεργοῖένσοι, ἀτὰρ ἠδὲ ἐξελάοις ἂν αὐτέην πρὶν ἥκειν. παρεοῦσαν δὲ οὐ Ῥηϊδίως διδρήσκουσι οἱ νοσεῦντες . λύσιν γὰρ τῆς φύσιος τὴν συγκοπὴν ἔλεξα· οὐ παλίσσυτος δὲ φύσις λυθεῖσα. τήνδε ὦν μάλιστα μὲν μέλλουσαν κωλύειν · ἢν δὲ μὴ, ἄρτι ἀρχομένην. προγιγνώσκειν δὲ χρὴ τοῖσι ἐν τοῖσι ἀμφὶ τῶν ὀξεῶν νούσων λελεγμένοισι, εὖτε τὴν αἰτίην, ἀτὰρ ἠδὲ καὶ τὰ σημήϊα ἐφραζόμεθα . καῦσος μὲν γὰρ ὁ πυρετὸς ἀρχή. ἐπὶ δὲ τῷ καύσῳ κάκιστα σημήϊα, ξηρότης, ἀγρυπνίη, θερμασίη τῶν σπλάγχνων, ὅκως ἀπὸ πυρὸς, ψυχρὰ δὲ τὰ ἔξω· χεῖρες καὶ πόδες ἄκροι ψυχρότατοι · ἀναπνοὴ ἐς ὁλκὴν μακρή· ποθέουσι γὰρ ψυχρὸν ἠέρα, οὕνεκεν ἐκπνέουσι πῦρ. σφυγμοὶ μικροὶ, πυκνότατοι , τρομώδεες. ἐκ τῶνδε ὦν τεκμαιρόμενος ἠδ ὁκόσα μοι ἐν τοῖσι σημηΐοισι λέλεκται, αὐτίκ ἐξ ἀρχῆς ἀρήγειν. Ἢν ὦν μὴ πάντα κωλύῃ, ἕξις, ἡλικίη, ὡρ´η, ἀψυχίη τοῦ ἀνθρώπου, τάμνειν φλέβα· κἢν πολλὰ κωλύῃ, εἷς δέ τις ἀριθμὸς ἐπίκαιρος ᾖ, ὁκοῖον γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μἕλαινα · ἥδε τοι γὰρ τὰ εἴσω πάντα σημαίνει· ξυντεκμ αίρεσθαι δὲ ἐπὶ πᾶσι τὴν δύναμιν, εἰ μὴ προαπηύδηκε ἐκ τῆς νούσου πόνων τε καὶ διαίτης. οὐδὲ γὰρ οὐδὲ ἐνδείῃ μοῦνον, ἀλλὰ καὶ πνιγί. ἢν δ ὑπὸ πλήθεος γίγνηται συγκοπὴ, καὶ φλεγμασίη τις ὑποχονδρίου, ἢ ἥπατος, μέγα διασημαίνῃ , οὐδὲ ἀμβολῆς χρέος. τάμνειν δὲ τὴν ἐπ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλονᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ δι ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτῳή, Ῥηϊδίως εἰς ᾅδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ. Ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἐώσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμον ῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμάντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἔς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος · μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ωὐτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαοῖσι μοῦνον χρέο· τῆς δυνάμιος δὲ φείδεο. Τέγξιες κεφαλῆς ψυχραὶ, ὁκόσαι μοι ἐπὶ φρενιτι κοῖσι λελέχαται, ὅκως εὐμετρίης ὀλίγῳ μέζω. καθαρὸς ἠὴρ, ψυχρότερος , ἐς ἀνάπνευσιν. ὄψιος τερπωλὴ, φυτῶν, γραφῆς, ὑδάτων, ὡς ὁρῆσθαι τὰ πάντα ἡδέως. λαλιὴ τῶν παρεόντων φιλομει δής · ἡσυχίη, θυμηδίη τοῦ νοσέοντος. ὀσμαὶ εὐώδεες, ἀβαρέες ἐς κεφαλῆς αἴσθησιν. ἀτὰρ καὶ τῶν τρεφόντων ἔστωσαν ὀσμαὶ, ἀλφίτων ξὺν ὕδατι δευθέντων, ἢ ὄξεϊ· ἄρτων θερμῶν νεοπέπτων · οἴνῳ δὲ μὴ κάρτα κλύζειν στόμα, μηδὲ ἅμα εἴργειν. Ποτὸν θᾶσσον καὶ συνεχέστερον ἢ τοῖσι ἄλλοισι · τροφὴ ἀνὰ πᾶσαν ἡμέρην κούφη, εὔπεπτος, τὰ πολλὰ σιτώδης ἠδὲ καὶ ἡδεῖα, κἢν μικρὸν χείρων ἐῄ. τοῖσίδε γὰρ τῶν ἄλλων μᾶλλον χαριστέον. οὐχ ἥκιστα γὰρ τῷ στομάχῳ ἐς ἔκλυσιν ἡ νοῦσος ἐμφύνει. ἀσιτία δὲ, ἢ λιμὸς, οὐδαμᾶ. ἱκανὴ γὰρ ἡ νοῦσος τὰ πάντα λαφύξαι. ἢν δὲ ἥκῃ μὲν ἤδη ἡ περίοδος ἐς κρίσιν, νοτὶς δὲ κληϊ῀δα καὶ μέτωπον ἱζάνῃ, καὶ ἄκρεα ψυχρὰ, σφυγμὸς δὲ σμικρότατος ἠδὲ πυκνότατος, ὁκοῖον ἑρ´πων, ἀμυδρὸς τὸν τόνον, μικρόν τι ἄρα λαβεῖν χρὴ σίτων, καὶ οἶνου ἐνεργῶς ἅπτεσθαι. χρὴ δὲ κεφαλὴν προησφαλίσθαι τέγξεσι, ἠδὲ τὴν κύστιν. λέλεκται δέ μοι τάδε τὰ ἄκεα ἐπὶ τοῖσι φρενιτι κοῖσι. διδόναι δὲ οἴνου μὴ χανδὸν, μηδὲ ἄδην. μετεξέτεροι δὲ πλησμονῆς ἀκαιρίῃ, ἀνορεξίῃτε , καὶ ἀδρανίῃ τοῦ φαγεῖν τε καὶ πιεῖν, ἀπώλοντο · πολλοῖσι δὲ, καὶ εὐσίτοισι ἐοῦσι , λελυμένης ἤδη τῆς φύσιος, οὐδὲν τὸ πλῆθος ἐς τὸ μὴ θανεῖν ἤρκεσε, ἐς μὲν τὴν γαστέρα κατιόντων τῶν σιτίων, οὐκ ἀνιόντων δὲ ἐς τὴν δύναμιν ἀπὸ τῆς κοιλίης. ἔστω ὦν σιτία μὲν ποικίλα, τὰ πολλὰ σιτώδεα, ὡς Ῥυμφάνειν μᾶλλον ἢ μασᾶσθαι· κἢν στερεὰ ἐῄ, ὀλισθηρὰ γιγνέσθω. ὠὰ μὴ κάρτα ξυνεστῶτα , μηδ ὀπτὰ ὅλα, τοῦ στερεοῦ γυμνά· ψωμοὶ διάβροχοι οἴνῳ, τὰ πρῶτα θερμῷ, δύο ἢ τρεῖς· ἐπὶ δὲ τοῖσι τὰ πάντα ψυχρὰ, ἢν μὴ ὑποικουρέωσι φλεγμοναί· οἶνος εὐώδης, μὴ κάρτα στύφων, παχὺς δὲ ὡς ἥκιστα. Ἑλληνικοὶ μὲν Χῖος, ἢ Λέσβιος, ὁκόσοι τε ἄλλοι νησιῶται λεπτοί· Ἰταλῶν δὲ, Σουρεντῖνος, ἢ Φουνδανὸς, ἢ Φαλερῖνος, ἢ Σιγνῖνος, ἢν μὴ σφόδρα στύφῃ· παραιτέεσθαι δὲ τῶνδε τὸν κάρτα παλαιὸν, ἢ νεώτερον. διδόναι ὦν, τὰ πρῶτα, θερμὸν, μὴ μεῖον κυάθων τεσσάρων, πρὸ τὴς κρίσιος, μηδὲ κοτύλης πλεῖον, κἢν εὔποτος ἐῄ· ἐπὶ δὲ τῶνδε σιτίον διδόντα, εἰ τὰ τῆς φλεγμασίης παρήκοι, αὖθις ψυχρὸν ὀρέγειν, ὅκως ἐς ἄκος δίψεος. πρὸς ἀνάγκην δὲ, μὴ μόνον μὲν, ξὺν σιτίῳ δέ· προυπερηρεῖσθαι δὲ χρὴ, ὡς μὴ ἅψιν φρενῶν ὁ οἶνος ποιέηται. καὶ ἐπὶ τοῖσι δὲ συνανέχειν · κἢν ἐκ διαστάσιος εὕδειν θέλῃ, ἡσυχίη προσακτέη. ἢν δὲ πουλὺς μὲν ἱδρὼς ἐκρέῃ, σφυγμοὶ δὲ πρὸς ἀκινησίην, ὀξεῖα δὲ φωνὴ, ἄθερμα δὲ καὶ τὰ στήθεα, διδόναι τοῦ οἴνου ὁκόσον ἂν δύνηται πιεῖν. μοῦνος γὰρ οἶνος ἐλπὶς ἐς ζωὴν ψυχροῖς. καὶ οἶνος ὦν ξυνήθης εἰ εἰή, ἄλλοτε μὲν πιεῖν, ἄλλοτε δὲ αὖ σιτίον ξὺν οἴνῳ φαγεῖν. ἐκ διαστήσιος μὲν ἐς ἀνάπαυλαν τοῦ καμάτου, τοῦ ἔκ τε τῆς νούσου καὶ τῆς τροφῆς. ἐν γὰρ σμικρῇ τῇ ἰσχύϊ μογέουσι κάρτα καὶ ἐπὶ τῇ ἐδωδῇ. χρὴ ὦν αὐτόν τε ἀλκήεντα καὶ εὔθυμον ἔμμεναι, καὶ τὸν ἰητρὸν ἔπεσι μὲν παραφάσθαι ἐς εὐελπιστίην ἔμμεναι, ὡς δὲ ἀρήγειν ποικίλῃ τροφῇ τε καὶ οἴνῳ. Χρὴ δὲ καὶ τῇ ἄλλῃ ἰητρείῃ ἐνεργῷ χρέεσθαι, ἔς τε τὴν τῶν ἱδρώτων κάθεξιν, καὶ τῆς δυνάμιος ἀνάστασιν ἐς τὸ ζώπυρον· ἔστω ὦν ἐπίθημα τῷ θώρηκι ἐς τὸν ἀριστερὸν μαστὸν, φοίνικες ἐν οἴνῳ λεῖοι, ξὺν ἀλόῃ καὶ μαστίχῃ, κηρωτῇ δὲ ξὺν νάρδῳ πεποιημένῃ ἀνειλήφθω τάδε· καὶ ἢν τόδε ἀσηρὸν γίγνηται, ἄλλο ἐπιτιθέναι ἐπίθημα, μήλων ἐξελόντα τὸ σπέρμα καὶ ὅτι περ ἂν σκληρὸν ᾖ, θλάσαντα, ξυμμίσγειν ἀλφίτοισι εὐώδεσι. ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδ ἀκακίης, καὶ μάννης σεσησμένων , ξυμμίσγειν · ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι · καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει. κατακεέ σθω δὲ ἐν ἠέρι ψυχρῷ, εἴτε καὶ πρὸς ἄρκτον ὁ οἶκος· εἰ δὲ καὶ εἰή αὔρη βορέου ψυχρὴ ἐπιπνείουσα, ζωγρήσει κακῶς κεκαφηότα θυμόν. ἔστω δὲ καὶ εἰς λειμῶνας καὶ πηγὰς καὶ κελαρύζποντας ὀχετούς · καὶ γὰρ καὶ τὸ εὔπνοον τῶνδε καὶ ἡ θυμηδίη καὶ τὴν ψυχὴν θάλπει καὶ τὴν φύσιν ζωγρεῖ. ἀτὰρ καὶ πρόκλησις τοῦ φαγεῖν τε καὶ πιεῖν· ἢν δὲ ὑπ ἀπορίης μὴ τάδε τις εὐτυχῇ, μιμέεσθαι χρὴ καὶ αὔρην ψυχρὴν, πτόρθων εὐωδέων ἡδονῆς Ῥιπίσι, καὶ ὡρ´ην εἰαρὸς φύλλοισι ἠδ ἄνθεσι τοῖσι παρεοῦσι στορέσαντα τὴν γῆν. ἀτὰρ καὶ ἐπίβλημα ἔστω κοῦφον, παλαιὸν , ὡς δέχηται μὲν τὸν ἠέρα, διαπνέῃ δὲ τοῦ θώρηκος τὴν θέρμην. ἄριστον δὲ ὀθόνη παλαιή. πάσσειν δὲ αὐχένας καὶ κληϊ῀δας ἀλφίτοισι, καὶ θώρηκα· τρέφειν μὲν τῷ εὐόσμῳ, τῷ δὲ αὐχμηρῷ ξυνέχειν. καὶ παιπάλῃ δὲ τοῦ σώματος τὸ ἀραιὸν ἐμπάσσειν. ἀτὰρ καὶ τὰ πρόσωπα τῇ γῇ τῇ Σαμίῃ, τῇ κρησέρῃ σεσησμένῃ ἐς ὀθόνην ἀραιὴν ἐνδήσαν τα, καταπάσσειν, ὡς διασήθηται ἐς τὰ μέτωπα καὶ τὰ μῆλα ἡ ἄχνη· καὶ τίτανον ἐσβεσμένην , καὶ γύψον ὀπτὴν, σησθέντα ἐν κρησέρῃ μικρῇ, ἐμβάλλειν ἐπὶ τοῖσι ἰκμαλέοισι · ἔστησέτε κοτὲ ἱδρῶτας καὶ σπογγίη ψυχροῦ ἐς τὰ πρόσωπα προσβληθεῖσα, πήξι μὲν τῶν διαρρεόντων ὑγρῶν, πυκνότητι δὲ τῆς ἀραιώσιος. διαχρίειν δὲ τὴν ἕδρην, ὅκως ἡ τοῦ ψυχροῦ φῦσα καὶ τῆς τροφῆς ἐκχέηται. ἠδὲ ἀνακαλέσασθαι τῶν ἄκρων τὴν θέρμην γλευκίνῳ ἢ σικυωνίῳ λίπαϊ ξὺν πεπέρεϊ, καὶ τῷ καστορίῳ, καὶ νίτρῳ, καὶ κάχρυ, κηροῦ σμικρὸν ἐντήκοντα, ὡς ποθίζῃ τὸ χρῖσμα· καὶ διὰ τῆς λιμνήστιδος, ἠδ εὐφορβίου, καὶ δάφνης τοῦ καρποῦ ἀλείμματι , ἐπανάκλη σι ν θέρμης ποιέεσθα ι. ἀτὰρ καὶ βολβοὶ ὠμοὶ οἱ σμικροί τε καὶ ἐρυθροὶ ξὺν πεπέρεϊ καὶ ὄξους τρυγίῃ λείῃ ἄριστον ἐπίπλασμα τῶν ποδῶν, καθ ὡρ´ην ξυνεχέστατα ἀείροντα· κίνδυνος γὰρ ἑλκέων ἠδὲ φλυκται νώσιος. ἐπὶ τοῖσι ἐλπὶς τὸν ὧδε νοσέοντα διαδρῆναι τὸν ὄλεθρον. Κἢν πάντα μὲν τὰ κατὰ λόγον ἰητρὸς ἔρδῃ, εὖ δὲ πάντα χωρέῃ, ξὺν τῇ ξυγκοπῇ καὶ εἰ φλεγμασίαι ἐπιέασι, ἐκλύονται · καὶ ἱδρὼς μὲν οὐδαμᾶ, θέρμης δὲ ἀνάκλησις πάντη, ἀτὰρ καὶ ἐς ἄκρους πόδας καὶ ἀνὰ Ῥῖνα· τὸ δὲ πρόσωπον εὔχροον · σφυγμοὶ ἐς μέγεθος ἠρμένοι, ἄτρομοι, σφοδροί · φωνὴ δὲ ξυνήθης, εὔφωνος, καὶ τὰ πάντα ζωώδης· κάματος οὐκ ἀγεννὴς, ἀτὰρ ἠδ εὕδων ὁρᾶται· καὶ ἢν ἕλῃ μιν ὕπνος, ἐξέπεψε μὲν τὰ σιτία, ἐξένηψε δὲ τὴν αἴσθησιν, ἀτὰρ ἠδ ἐξεβλάστησε τὴν φυήν. κἢν ἐξ ὕπνου ἔγρηται, εὔπνοος , εὐσταλὴς, εὔτονος, ἀναπεμπάζεται δὲ, ὅκως περ ὄναρ, τὴν νοῦσον. Μετεξετέροισι δὲ πυρετοὶ ἀμαυροὶ ἐγκαταλείπονται, καί πη καὶ φλεγμασίαι σμικραὶ, καὶ γλῶσσα ξηρή· ἄνικμοι, Ῥιγώδεες, νωθροὶ, διαλελυμένοι, οἷσι ἐς μαρασμὸν ἡ περιτροπή. εὖτε οὐ καταβλακεύειν χρὴ ἠρεμίῃ καὶ λεπτῇ διαίτῃ· ἀλλ ἐς κινήσιας ἄγειν, αἰώρης καὶ τρίψιος, καὶ λουτρῶν, ὅκως ἐκ τοῦ νεκρώδεος ἐνταθέῃ καὶ ἀνατραφέῃ τὸ ζώπυρον. διδόναι δὲ καὶ γάλα, μάλιστα μὲν γυναικὸς νεοτόκου καὶ κουροτρόφου. καὶ γὰρ οἵδε ἀνατροφῆς, ὅκως ἀρτίτοκοι παῖδες, δέονται. ἢν δὲ μὴ, ὄνου μὴ παλαιοτόκου· ἐξίτηλον γὰρ τὸ τοιόνδε γάλα. καὶ ἐπὶ τοῖσδε ἐς ἀνάληψιν ἄγειν καὶ τὰ συνήθεα. Ἐν χολέρῃ ἡ τῶν φερομέν ων ἐπίσχεσις κακόν· ἄπεπτα γὰρ. χρὴ ὦν ἡμᾶς Ῥηϊδίως αὐτόματα δέχεσθαι· ἢν δὲ μὴ, ὀτρύνειν, διδόντας ὕδατος εὐκρήτου Ῥυμφαίνειν, ξυνεχές γε μὴν, ὀλίγον δὲ, ὅκως μὴ ἐντάσιες ἐώσι κεναὶ στομάχῳ, σπασμώδεες · ἢν δὲ καὶ στρόφοι ἐώσι, καὶ ποδῶν ψύξιες, τέγγειν μὲν τὴν κοιλίην λίπαϊ θερμῷ ξὺν πηγάνῳ καὶ κυμίνῳ ἑψηθέντι, ἐς τὰς τῶν φυσέων διακρίσιας, καὶ ἐπιτιθέναι εἴριον. καὶ τὼ πόδε λιπαίνον τα ἡσυχῇ τρίβειν, ἀμφαφόωντα μᾶλλον ἢ πιέζοντα. ἀτὰρ καὶ μέχρι τῶν γουνάτων γιγνέσθω τάδε, ἐς ἀνάκλησιν θέρμης. καὶ μέσφι μὲν κόπρια κάτωθεν διαχωρέει, ἄνωθεν δὲ χωρέει χολώδεα, τάδε χρὴ ποιέειν. Ἢν δὲ ὑπεληλύθῃ μὲν ὁ πᾶς παλαιὸς σῖτος, χολαὶ δὲ διΐωσι, καὶ χολώδης ἔμετος καὶ διάτασις ἐῄ, ἠδὲ καὶ ἄση, καὶ ἀπορίη, καὶ ἀδυναμίη, ψυχροῦ ὕδατος κυάθους δύο, ἢ τρεῖς, διδόναι, ἔς τε τὴν τῆς κοιλίης στῦψιν, ὅκως ἐπίσχῃ τὴν παλίρροιαν, ἠδὲ τὸν στόμαχον αἰθόμενον ἐμψύξῃ. ξυνεχέως δὲ τόδε, ἐπὴν τὸ ποθὲν ἐμέσῃ, πρήσσειν. Ῥηϊδίως μὲν τὸ ψυχρὸν ἐν τῇ κοιλίῃ θάλπεται · ἀτὰρ ἠδὲ ἐξεμεῖ ὁ στόμαχος, ἀχθηδόνι τοῦ θερμοῦ καὶ ψυχροῦ· ξυνεχέως δὲ ποθέει ψυχρὸν ποτόν. Ἢν δὲ καὶ σφυγμοὶ μὲν ἐς τὸ μικρὸν ξυμπέσωσι , ἠδὲ ἐς τὸ ξυνεχὲς καὶ πυκνὸν διώκωνται, ἱδρὼς δὲ περὶ μέτωπα καὶ κληϊ῀ δας, καὶ πάντη τοῦ σώματος στάγδην Ῥέῃ, καὶ γαστὴρ μὴ ἐπίσχηται, καὶ ὁ στόμαχος ἐμέῃ ἔτι ξὺν τάσι καὶ λειποψυχίῃ , καὶ οἴνου βραχὺ ἐπιστάζειν τῷ ὕδατι τῷ ψυχρῷ, εὐώδεος, στύφοντος , ἔς τε τὴν τῆς αἰσθήσιος ἀνάκλησιν ὑπὸ τῆς ὀσμῆς καὶ ἐς τὴν τούτου Ῥῶσιν ὑπὸ τῆς δυνάμιος, καὶ ἐς τὴν τοῦ σώματος πρόσθεσιν ὑπὸ τῆς θρέψιος. οἶνος γὰρ ὠκὺς μὲν ἐς τὴν ἄνω ἴξιν ὡς τὴν παλιρροίην σχέθειν · λεπτὸς δὲ, ὡς Ῥηϊδίως χυθεὶς τῇ φύσι τὴν ἕξιν ἐρρῶσθαι. κραταιὸς δὲ, ὡς δύναμιν στῆσαι Ῥέουσαν. ἐπιπάσσειν δὲ καὶ ἀλφίτων κοτὲ, νέων, εὐπνόων . ἢν δὲ ξυνεπείγῃ πάντα, ἱδρὼς καὶ ἔντασις, οὐ τοῦ στομάχου μοῦνον, ἀλλὰ καὶ νεύρων, λὺγξ κενεὴ, καὶ πόδες ξυντιταίνωνται, καὶ κοιλίη ὑποφέρῃ πολλὰ, καὶ ἀχλυώδης ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀκινησίην ἐώσι, τότε χρὴ φθάνειν τήνδε τὴν κατάστασιν · εἰ δὲ καὶ παρῇ, ψυχροῦ καὶ οἴνου πολλόν τι διδόναι, μὴ ἀκρητεστέρου δὲ, διὰ τὴν μέθην καὶ τὰ νεῦρα, ξὺν σιτίῳ ψωμοῖσι διαβρόχοισι· διδόναι δὲ καὶ τῆς ἄλλης τροφῆς, ὁκοῖα ἐν συγκοπῇ μοι λέλεκται, ὀπώρην στύφουσαν, οὐᾶ, μέσπιλα , μῆλα κυδώνια, σταφυλήν. Ἢν δὲ τὰ πάντα ἐμέῃ, καὶ ὁ στόμαχος μηδὲν ἴσχῃ, ἐς τὰ θερμὰ καὶ ποτὰ καὶ βρώματα παλινδρομέειν· μετεξετέροισι γὰρ ἔστησεν ἡ μεταβολή· τὰ θερμὰ δὲ ἔστω θερμότατα· ἢν δὲ μηδέν τι τούτων ἀρήγῃ, σικύην ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων προσβάλλειν, καὶ κάτωθεν ὀμφαλοῦ τρέπειν· συνεχῶς δὲ τὰς σικύας μεθιζάνειν . ὀδυνηρὸν γὰρ τὸ ἐπίμονον καὶ κίνδυνον φέρον φλυκταινώσιος. ὤνησέ κοτε κίνησις αἰώρης εὔπνοος ὡς καὶ τὸ πνεῦμα ζωγρῆσαι, καὶ τὴν τροφὴν ἐν τῇ κοιλίῃ σχέθειν, καὶ εὔπνοον καὶ εὔσφυκτον τὸν νοσέοντα θέμεναι. Ἢν δὲ ἐπὶ μέζω γίγνηται τάδε, ἐπὶ τῆς κοιλίης καὶ τοῦ θώρηκος τιθέναι · καὶ τάδε ἔστω ὁκοῖα ἐς συγκοπὴν, φοίνικες ἐν οἴνῳ δεδευμένοι , ἀκακίη, ὑποκιστίς. τάδε ξὺν Ῥοδίνῃ κηρωτῇ ἀναλαβόντα , ἐγχρίσαντα δὲ ἐς ὀθόνην, ἐπὶ τὴν κοιλίην τιθέναι. ἐς δὲ τὸν θώρηκα, μαστίχην, ἀλόην, ἀψινθίου κόμην λείαν ξὺν κηρωτῇ ναρδίνῳ ἢ οἰνάνθης, ἐπιπλάσαι ὅλῳ τῷ θώρηκι· ἐς δὲ τοὺς πόδας καὶ τοὺς μύας, ἢν τιταίνωνται, σικυώνιον, γλεύκινον, ἢ παλαιὸν ἄλειφα, ξὺν κηρῷ σμικρῷ χρίειν· ἐπιπάσσειν δὲ καὶ τοῦ κάστορος· ἢν δὲ καὶ ψυχροὶ ἐώσι οἱ πόδες, καὶ τῷ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου χρίειν ἀλείμματι, καὶ ἐρίοισι ἀμφελίσσειν, καὶ ψηλαφίῃ χειρῶν ἀπιθύνειν· ἀλλὰ καὶ τὴν Ῥάχιν, καὶ τοὺς τένοντα ς καὶ τοὺς μύας τῶν τε σιηγόνων, τοῖσι αὐτέοισι χρίειν. Κἢν μὲν ἐπὶ τοῖσι ἴσχηται μὲν ὁ ἱδρὼς καὶ ἡ γαστὴρ, ὅ τε στόμαχος δέχηται τὰ σιτία καὶ μὴ ἐμέῃ, σφυγμοὶ δὲ μεγάλοι τε καὶ εὔτονοι ἐώσι, καὶ ἡ ξύντασις ἀπολείπῃ, θέρμη δὲ καὶ πάντα ἀναίρῃ καὶ ἐς τὰ ἄκρα ἀφίκῃ, ὕπνος δὲ πάντα πέσσῃ, δευτέρῃ ἡμέρῃ ἢ τρίτῃ λούσαντα, τρέπειν ἐς τὰ ξυνήθεα · ἢν δὲ πάντα μὲν ἀπεμέῃ, ἱδρὼς δὲ ἄσχετος Ῥέῃ, ψυχρὸς δὲ καὶ πελιὸς γίγνηται ὥνθρωπος, σφυγμοὶ δὲ πρὸς ἀπόσβεσιν ἐώσι, καὶ ἀπηυδήκῃ, ἀγαθὸν ἐν τοῖσι τουτέοισι εὐπρεπέα εὑρέσθαι φυγήν. Ἐν εἰλεῷ πόνος ἐστὶ ὁ κτείνων ἐπὶ φλεγμονῇ ἐντέρων, ἢ ἔντασις καὶ πρῆσις· ὤκιστος ἠδὲ κάκιστος ὄλεθρος. μετεξέτεροι μὲν γὰρ ἀνελπίστως νοσέοντες θάνατον προφανέα μοῦνον ὀρρωδέουσι · οἱ δ ἐν εἰλεῷ πόνου ὑπερβολῇ, θανάτου ἔρανται. χρὴ ὦν μήτε σμικρότερόν τι γίγνεσθαι τὸν ἰητρὸν τοῦ πάθεος, μήτε βραδύτερον . ἀλλὰ, ἢν μὲν φλεγμασίην αἰτίην εὑρ´ηται, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι μεγάλῃ τῇ σχάσι, ὅκως ἀθρόως διεκρέῃ τὸ αἷμα, τῆς φλεγμασίης ἡ τροφὴ, κἢν μέσφι λειποθυμίης· τόδε γὰρ ἢ ἀπονίης ἀρχὴ γιγνεται, ἢ νάρκης ἐς ἀναισθησίην· ἀνάπνευσις δὲ ἐν εἰλεῷ, κἢν ὑπ ἀγνοίης ἐς βαιὸν χρόνον ἐῄ τοῦ πόνου ἀμβολή· ἐπεὶ καὶ τὸ θνήσκειν τοῖς μὲν ὧδε πονέουσι εὐδαιμονίη · τῳ ἀρχιητρῷ δὲ οὐ θέμις πρήσσειν. θέμις δέ κοτε προγιγνώσκοντα σκοντα σάφα τὰ παρεόντα ὡς οὐ φύξιμα, καρηβαρ έῃ νωθρῇ εὐνᾶσθαι. Ἢν δὲ ἄνευ φλεγμασίης , ἐπὶ διαφθορῇ ἢ ψύξι κραταιῇ γίγνεται ὁ εἰλεὸς, φλεβοτομίην μὲν ἴσχειν, τὰ δὲ λοιπὰ ἅμα πάντα πρήσσειν · ἐμέειν ἀπὸ ὕδατος θαμινὰ, συχνὸν πίνειν ἔλαιον, εἶτα αὖθις ἐξεμέειν. φύσας ἄγειν κάτω ἐρεθίσμασι · ἐρεθιστικὸν μὲν κυκλαμίνου χυλὸς, καὶ νίτρον, ἢ ἅλες· φυσέων δὲ ἀγωγὰ κύμινον, ἠδὲ πήγανον. χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι · κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι · τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές. τέγγειν δὲ τὰ πονέοντα χωρία ἐλαίῳ ξὺν πηγάνῳ καὶ ἀνήθῳ ἄδην ἑψηθέντι. ἔστω δὲ καὶ πυρίη, φακῶν τῶν κεραμήων, ἢ χαλκέων, ἢ κέγχρου καὶ ἁλῶν φωχθέντων. ἐπιπλάσματα πρὸς τοῖσι ξυνοῖσι ἔστω αἴρης ἄλητον καὶ κύμινον καὶ ὑσσώπου ἢ ὀριγάνου κόμη· σικύαι δὲ κοῦφαι μὲν, συχναὶ δὲ, ἄλλη πρὸς ἄλλας τιθεμένη, ἐς τὸ ἐπιγάστριον, ἐς τὰς ἰξύας μέσφι βουβώνων· ἠδὲ κατόπιν ἐς ἰσχία πρὸς νεφροὺς καὶ Ῥάχιν. πάντη γὰρ ἀντισπᾶν τὸν πόνον ξυμφέροι. προπίνειν δὲ κυμίνου ἢ πηγάνου ἀφεψήματος , καὶ τοῦ σίσωνος, ἢ ξὺν τουτέοισι τῶν φαρμάκων τῶν ἀνωδύνων τινά· μυρία δὲ ἄλλοισι ἄλλα πείρῃ γεγόνασι πιστά. ἀγαθὸν δὲ καὶ τὸ δι ἐχιδνῶν φάρμακον , μέζον τοῦ μέτρου πρὸς τὸ ξύνηθες ποθέν· ἢν δὲ μήτε ὁ πόνος ἐνδιδῷ, μήτε φῦσα, μήτε κόπριον ἀναδοίη, τοῦ καθαρτηρίου τῆς ἱερῆς ὑπ ἀνάγκης διδόναι. ἢ γὰρ ἀπηλάθη ξὺν φλέγματι καὶ χολῇ τὸ φάρμακον , ἢ διῆλθεν ἐξάγον φύσας, σκύβαλα, φλέγμα, χολὴν, τοῦ κακοῦ τὰς ἐντάσιας. τροφὴ διεξάγουσα · ζωμοὶ ἀλεκτορίδων, κογχαρίων, πτισάνης ὁ χυλὸς κάθεφθος, ξὺν πολλῷ λίπαϊ ἀρχῆθεν προσεγχυθέντι τῆς ἑψήσιος · συνεψεῖν τῷδε, κύμινον, λίτρον, πράσον ξὺν τῇ κόμῃ· ἢ ἰητρείη ξὺν ζωμῷ τινι διαχωρητικῷ, κοχλίαι ἄκρως ἑφθοὶ, καὶ ωὐτῶν δὲ χυμὸς ἢ τελλίνης· ὕδωρ ποτὸν, ἢν πυρεταίνῃ, ξὺν ἀσάρῳ, ἢ νάρδῳ, ἢ κάγχρυ ἑψηθέν. καὶ γὰρ φύσης ἀγωγὰ, καὶ οὐρητικὰ, καὶ εὔπνοα· ἢν δὲ ἄπυρος ἐῄ, καὶ οἶνος ἔς τε τὴν τῶν ἐντέρων θέρμην, ἀτὰρ ἠδὲ ἐς ἀνάκλησιν τῆς δυνάμιος, ἀρήγει · καὶ μαράθρου Ῥίζης ἕψημα ποθὲν, καὶ ἀδίαντον, καὶ κινάμωμον. Ἢν δὲ ἐς ἀπόστασιν τρέπηται ἡ φλεγμασίη, τῇδε ξυμβάλλειν ἄμεινον, τοῖσι ἐς ἀπόστασιν φαρμάκοισι χρεόμενον· γεγράφαται δὲ τάδε ἐν τοῖσι χρονίοισι, ἔνθα κωλικῶν θεραπείη ἐγράφη. Ἐν ἥπατι τοῦ αἵματος ἡ γέννα, καὶ ἐς τὸ πᾶν ἔνθεν ἡ τοῦδε ἄφεσις. καὶ τὸ ξύμπαν ἧπαρ ὁκοῖον αἵματος πάγος. ὀξύταται ὦν αἱ τῇδε φλεγμοναί. ἐγκέεται γὰρ τῷ χωρίῳ τῷδε ἡ τροφή. ἢν μὲν ἑτέρωθί πη φλεγμονὴ συστῇ, οὐ κάρτα γίγνεται ὀξέη· ζέει γὰρ ἡ τοῦ αἵματος ἐπιρροή. ἐπὶ δὲ τῷ ἥπατι οὐ χρέος ἑτέρωθεν ἥκειν· ἢν γάρ τις ἔμφραξις τὰς ἐξόδους ἐπίσχῃ, πίμπραται τὸ ἧπαρ τῆς ἐκροῆς ἀμερθέν · ὁ δὲ τῆς τροφῆς εἴσρους ἐς τὸ ἧπαρ ἔτι μίμνει· οὐχ ἑτέρη γὰρ ὁδὸς τῆς τροφῆς ἐς τὸ πᾶν σκῆνος ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων. Εὐπόρως ὦν χρὴ τὴν κένωσιν ἐμποιέειν, τάμνοντα φλέβας τὰς ἐπ ἀγκῶνι, συχνὸν μὲν ἀφαιρέοντα , μὴ ἀθρόον δέ. ἀποσιτίη μὲν τὰ πρῶτα, ὀλιγοσι τίη δὲ αὖθις, ὅκως καὶ τοῖσι εἰσιοῦσι τὸ ἧπαρ κενεὸν ᾖ. χρὴ δὲ καὶ τοῖσι ἐπιθέτοισι διασκιδνάναι τὰ ἐν τῷ ἥπατι σταθέντα. τέγξις μὲν ὦν ξὺν ἀλόῃ ἤ λίτρῳ· εἴρια πινόεντα οἰσύπῳ. χρέος ὦν ἐμψύξιος, οὕνεκα τῷ αἵματι αἴθεται τὸ ἧπαρ· θερμὸν γὰρ τὸ αἷμα. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσματα ἔμμεναι, ἀλήτων μὲν αἰρίνων, ἢ ἐρυσίμων, ἢ κριθῆς, καὶ λίνου σπέρματος· χυμῶν δὲ, οἴνου ὀξέος, μήλων τοῦ χυλοῦ, ἑλίκων τῆς ἀμπέλου, οἰνάνθης τῆς ὡραίης, ἢ τοῦ σὺν τῇδε λίπαος· πυρίη, σπόγγοισι καρποῦ δαφνῆς ἑψήματος, σχίνου, γλήχωνος, ἴριδος. Ἐπὴν δὲ τουτέοισι πρηο¨´νῃς, σικύην προσβάλλειν μέζονα ὡς ἀμφιλαβεῖν πάντη τὸ ὑποχόνδριον, ἐντάμνειν δὲ βαθύτερα ὡς πολλὸν ἑλκύσειας αἷμα· μετεξετέροισι δὲ αἱ βδέλλαι, ἢ σχάσαι, κρέσσον. παρεισδύεται δὲ τοῦ ζῳού ἡ δῆξις· ἀτὰρ ἠδὲ μέζονας διαβρώσιας ποιέεται · τῇδε καὶ δυσεπίσχετος ἡ ἀπὸ τῶν ζῳών αἱμόρροια· κἢν ἄδην πιὸν ἐκπέσῃ τὸ θηρίον, σικύην προσβάλλειν· νέρθεν γὰρ ἕλκει τὸ νῦν. κἢν ἅλις ἔχῃ κενώσιος, ἐς μὲν τὰ τρώματα ἰσχαίμασι χρέεσθαι ἀδήκτοισι, ἀραχνίων ὑφάσμασι, μάννῃ, ἀλόῃ, ἐπιπάσσειν· ἠδὲ ἄρτῳ ἑφθῷ ξὺν πηγάνῳ ἢ μελιλώτῳ, ἀλθαίης Ῥίζῃσιν. ἐς δὲ τὴν τρίτην ἡμέρην, κήρωμα ξὺν μυροβαλάνῳ , ἢ ἀψινθίου κόμῃ καὶ ἴριδι. ἀτὰρ καὶ τὰ μαλάγμα τα τοιάδε χρὴ ἔμμεναι ὁκοῖα λεπτῦναι, ἢ ἐξαραιῶσαι , ἢ οὔρησιν τρέψαι. ἄριστον μὲν ὦν τὸ διὰ τῶν σπερμάτων, ὧν ἅπασι ἰητροῖσι ἡ πείρη εὔγνωστος. ἀγαθὸν δὲ καὶ ἔνθα ἡ σάμψυχος, ἢ τὸ μελίλωτον ἐγκέεται. Τροφαὶ δὲ λεπταὶ, εὔδρομοι, οὐρήσιος προκλητικαὶ, εὐδίοδοι· χόνδροι ξὺν μελικρήτῳ, καὶ Ῥόφημα ἐκ τῶνδε ξὺν ἁλσὶ ἠδὲ ἀνήθῳ. πτισάνης δὲ χυλὸς καὶ σμηγματώδης. ἢν δὲ καὶ δαύκου τοῦ καρποῦ ἐγχέῃς τι, κρέσσον ἐς οὔρησιν. ὑπεξάγει γὰρ διὰ τῶν ὀχετῶν, οἵπερ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσι· καιρίη δὲ τοῖς ἀπὸ ἥπατος ἐκρέουσι ἡ τῇδε ἔξοδος, εὐρύτητίτε τῶν ἀγγείων καὶ ἰθύτητι τῆς ὁδοῦ. χρὴ ὦν καὶ σικύῃ τῇδε ἕλκειν ἐς τὴν χώραν προσβάλλοντα τῶν νεφρῶν κατ ἰσχίον ἀτὰρ καὶ τέγγειν τάδε λίπαϊ ξὺν πηγάνῳ, ἢ σχοίνῳ, ἢ καλάμῳ τῷ ἀρωματικῷ. ἐπὶ δὲ τοῖσδε ἐλπὶς τὸν νοσέοντα διαδρᾶναι τὸν ὄλεθρον. Ἢν δὲ ἐς ἐμπύησιν τρέπηται, τοῖσι πυοποιοῖσι χρέεσθαι, ὁκόσα μοι ἐπὶ κωλικοῖσι λελέξεται. ἢν δὲ καὶ πῦον γένηται, ὅκως μὲν τάμνειν, ὅκως δὲ ἰητρεύειν, ἄλλῃ πηγεγράψεται · τάδε μοι καὶ ἐπὶ σπληνὶ γεγράφθω, ἤν κοτε ξυμφορὴ φλεγμασίης ὀξέης καὶ τόνδε καταλάβῃ. Τὴν τῆς κοίλης φλεβὸς φλεγμασίην καὶ παχείης ἀρτηρίης , αἳ παρὰ τὴν Ῥάχιν τέτανται, καύσου ἰδέην ἐκάλεον οἱ πρόσθεν. καὶ γὰρ καὶ καύσοισι ἴκελα πάθεα ἐπὶ τοῖσι γίγνεται· πῦρ ὀξὺ καὶ δριμὺ, ἄση, δίψος, ἀπορίη, σφυγμὸς παλμώδης ἐν ὑποχονδρίῳ ἠδὲ τοῖσι μεταφρένοισι· ἄλλα, ὁκόσα μοι ἐπὶ τοῖσι σημείοισι γεγράφαται . ἀτὰρ καὶ ἐς ξυγκοπὴν ὀκέλλει τὸ πῦρ, ὅκως ἐπὶ τῇσι καύσεσι. τῆς μὲν γὰρ φλεβὸς Ῥίζωσις ἧπαρ, τῆς δ ἀρτηρίης ἀρχὴ, κραδίη. δοκέοις ἂν ὦν μὲν τὰ ἄνω μέρεα τῶνδε τῶν σπλάγχνων νοσέειν τὰ καίρια. θέρμην μὲν γὰρ ἡ κραδίη ἐνδιδοῖ τῇ ἀρτηρίῃ, τῇ φλεβὶ δὲ τὸ ἧπαρ αἷμα. ἀμφοῖν δὲ μεγάλοιν μεγάλα τὰ ἔγγονα αἱ φλεγμοναί. Τάμνειν ὦν αὐτίκα τὰς ἐπ ἀγκῶνι φλέβας· καὶ συχνὸν μὲν ἀφαιρέειν αἷμα, μὴ ἀθρόον δὲ, ἀλλὰ καὶ δὶς, καὶ τρὶς, καὶ τῆς ἄλλης ἡμέρης, ὡς μεσηγὺ ἡ δύναμις ἀναλάβῃ · ἔπειτα ἐπιπλάσμασι χρέεσθαι καὶ σικύῃ ἐς τὸ ὑποχόνδριον, ἔνθα ἡ διάσφυξις τῆς ἀρτηρίης· ἀτὰρ ἠδὲ μεσηγὺ τῶν ὠμοπλατέων. καὶ γὰρ καὶ τῇδε σφύξιες ἐάσι· σχάζειν τε ἀφειδῶς, ἠδὲ πολλὸν ἀφαιρέειν αἷμα. οὐ κάρτα γὰρ ἐκ τῆς κενώσιος τῶνδε λειποθυμέουσι ὥνθρωποι · ἰσχομένη δὲ καὶ γαστὴρ πολλόν τι τοῦ ξυνήθεος· κλυσμοῖσι ἐς ὄλισθον χρέεσθαι μαλθακοῖσι , δριμέσι δὲ ἥκιστα· ἐπιπυρεταίν ουσι γὰρ οἵδε ἅλμῃ καὶ νίτρου τήξι. λίνου ὦν καρποῦ χυλὸς ἔστω, καὶ τήλιος καὶ μαλάχης τῶν Ῥιζῶν ἕψημα, καὶ ἐς πρόκλησιν καὶ δῆξιν ἱκανόν· μέληἄκρεα, πόδες καὶ χεῖρες, τεθάλφθωσανγλευκίνῳ, ἢ σικυωνίῳ λίπαϊ, ἢ τῷ διὰ τῆς λιμνήστιδος χρίσματι. κάρτα γὰρ ψυχρὰ αὐτῶν τάδε γίγνεται. πιπίσκειν τε πρὸ τῶν σιτίων ὁκόσα οὖρον ἐξάγει, μῆον, ἄσαρον, ἀψίνθιον· ἐμπασσέσθω δὲ καὶ λίτρου· πάντων δὲ κράτιστον κασσίη καὶ κιννάμωμον , ἤν τις εὐπορῇ· γάλα τοῖσδε καὶ τροφὴ καὶ φάρμακον. ἐμψύξιος γὰρ δέονται, ἔνδον ὁκοῖόν τι πυρὸς εἰλευμένου · καὶ τροφῆς γλυκείης, ἀτὰρ ἠδ ἐν ὀλίγῳ ὄγκῳ πολλῆς. τάσδε μέντοι ἐν τροφῇ τὰς ἀρετὰς ἴσχει τὸ γάλα· εὐπορείσθω δὲ νεοτόκου, καὶ ἐς δύο κυάθους τοῦ γάλακτος ἐμβεβλήσθω εἷς ὕδατος· ἄριστον δὲ καὶ τὸ τῆς βοός· τρίτον δὲ αἰγός· τροφαὶ εὔπεπτοι, τὰ πολλὰ χυλοὶ μαράθρου Ῥίζης, καὶ σελίνου καρπὸς ἐμβεβλήσθω καὶ μέλι· τὸ ὕδωρ δὲ τὸ πινόμενον ἐχέτω τάδε. Ἀτὰρ καὶ ἱδρῶτας χρὴ κινέειν, καὶ πάντα διαπνοὰς ὑγρὰς καὶ εὐρόους ποιέειν. τέγξις κεφαλῆς ὁκοῖον ἡ ἐν καύσοισι· ἐπίθημα ἐς θώρηκα καὶ μαζὸν ἀριστερὸν ὁκοῖον ἐν συγκοπῇ· κοίτη, κατάκλισις ὄρθιος, ὅκως ἴκελα πάντα τοῖσι ἐν καύσοισι ᾖ· αἰώρη σμικρὴ ἐς ἱδρώτων πρόκλησιν· ἠδὲ λουτρὸν, ἢν οὗτος ὑπεκκαυθῇ. οὐ γὰρ κρίσεσι τάδε τὰ πάθεα λύεται, εἰ καὶ καύσου ἐάσι ἰδέαι. Κάτοξυ μὲν ἐν νεφροῖσι φλεγμασίη· συμφλεγ μαίνουσι γὰρ ἀπὸ ἥπατος ἐς νεφροὺς κραίνουσαι φλέβες· τῇσι δὲ τὸ ἧπαρ· οὐ κάρτα ἐπιμήκεες ἐοῦσαι, κάρτα δὲ εὐρεῖαι, ὡς δοκέειν τοὺς νεφροὺς ἐξηρτῆσθαι ἀγχοῦ τοῦ ἥπατος· ἀτὰρ καὶ ἰσχουρίη ἐπὶ φλεγμασίῃ γίνεται ξυντιμωρέουσα τῷ ὀξέϊ τῆς φλεγμασίης · πίμπλαται γὰρ ἡ τῶν νεφρῶν κοιλίη ὑπὸ πλημμυρίης τῶν οὔρων οὐ διεκθεόντων· τόδε μέντοι καὶ ἐπὶ λίθων γίγνεται, ἢν φύῃ μὲν ἐν νεφροῖσι μέζων τῆς εὐρύτητος τῶν οὐρητήρων· ἐνίζει μὲν μὴ διεξιὼν, ἀτὰρ καὶ τὰ οὖρα ὅδε ἐπίσχει . ἀλλὰ ἀμφὶ μὲν τῆς γενέσιος τῶν λίθων ἐν τοῖσι χρονίοισι λελέξεται, ὅκως ἢ μὴ ξυνήσωνται , ἢ θρύπτωνται γιγνόμενοι . ἀμφὶ θερμασίης, ἠδ ἐμφράξιος ὁκόσα ὀξέως κτείνει, τῇδέ μοι γεγράψεται. Ἢν ἐνστάσιες λίθων ἐώσι, ἤν τε φλεγμασίη, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι, ἢν μὴ κωλύῃ τις ἡλικίη· εὔροον δὲ καὶ πολλὸν ἔστω τὸ αἷμα. οὐ γὰρ αἱ φλεγμοναὶ πρηο¨´νονται μοῦνον κενώσι· ἀλλὰ καὶ σφηνώσιες τῶν λίθων χαλῶνται τῇσι τῶν ἀγγείων κενώσεσι. ἀτὰρ ἠδὲ ἐν οὐρήσι διεκθέουσι οἱ λίθοι. ἔπειτα τέγξεσι γλευκίνου λίπαος, ἢ κυπρίνου, καὶ πυρίῃσι, καὶ ἐπιπλάσμασι ἀνίεται τὰ μέρεα. ἀρτεμισίη δ ἔστω ἡ βοτάνη, καὶ σχοῖνος, καὶ κάλαμος ὁ εὐώδης ἐν τοῖς καταπλάσμασι· ἔπειτα σικύην προσβάλλειν ἐς νεφροὺς κατ ἰσχίον, μάλιστα δ ἂν ἡ ἀπὸ τοῦδε τοῦ χωρίου κένωσις ὤνησε· λελαπάχθω δὲ κοιλίη κλυσμοῖσι ὀλισθηροῖσι, γλίσχροισι μᾶλλον ἢ δριμέσι, μαλάχης ἢ τήλιος χυλοῖσι · κοτὲ δὲ φάρμακα πρὸ τῶν σιτίων οὐρητικὰ, ὁκοῖα ἐπὶ ἥπατος λέλεκται· ἀτὰρ καὶ σιτία ἴκελα, εὔπεπτα . κακὸν γὰρ τουτέοισι ἀπεψίη. ἄριστον δὲ γάλα, μάλιστα μὲν ὄνου, ἵππου δὲ δεύτερον καὶ ὀΐος δὲ καὶ αἰγὸς χρήσιμον, ὅτι γάλα. ἢν μὲν οὖν ἄπυροι ἐώσι, καὶ λούειν κρέσσον · ἢν δὲ μὴ, ἐς ἕψημα τῶν βοτανῶν ἐνίζεσθαι, ἄχρις ὀμφαλοῦ τὸ ἄγγος πληροῦντα· ἢν δὲ ἐς πῦον τρέπηται, ὁκοίοισι χρὴ ἐπιπλάσμασι ἠδὲ φαρμάκοισι χρέεσθαι, ἐπὶ πολλοῖσι μὲν καὶ πρόσθεν ὑποκέεται. Ἢν δὲ ἐνστήκῃ λίθος, πυρίῃσι μὲν καὶ ἐπιπλάσμασι τοῖσι αὐτέοισι χρέεσθαι. θρύπτειν δὲ τοὺς λίθους τοῖσι πινομένοισι φαρμάκοισι · ἁπλαῖ μὲν, σίον καὶ πριονίτης αἱ βοτάναι, ἑφθαὶ ξὺν ἐλαίῳ, ἢ ὄξεϊ ἐδωδίμῳ καὶ τῶνδε χυλὸς προπινόμενος· ποικίλα δὲ ἡ Βηστίνου καλευμένη καὶ ἡ δι ἐχιδνῶν καὶ σκίγκου τοῦ θηρίου, ὁκόσα τε δοκέουσι ἔμμεναι τῇ πείρῃ κράτιστα· αἰῶραι τοῖσδε καὶ σείσιες ἐς κίνησιν καὶ πρόωσιν τῶν λίθων. κάρτα γὰρ ἐπίπονος τῶν λίθων ἡ ἐς τὴν κύστιν ὁδοιπορίη. ἢν δὲ ἐκπέσωσι ἔνθεν, ἄπονοί τε γίγνονται, οὐδ ὄναρ ἀπηλλάχθαι δοκέειν τοῦ πόνου εἰθισμένοι · ἀτὰρ καὶ ὡς ἐξ ἀφύκτων κακῶν τὴν ψυχὴν καὶ τὰ μέλεα λύονται. Καὶ τῇ κύστι πάθεα ὀξέα ἴκελα τοῖσι νεφροῖσι γίγνεται, φλεγμον αὶ καὶ ἕλκεα καὶ λίθοι καὶ θρόμβων ἐμφράξιες, ἐφ οἷσι ἰσχουρίη, στραγγουρίη· ἀλλὰ ὀξύτερος τῇδε ὁ πόνος καὶ ὄλεθρος ὤκιστος · νεῦρον γὰρ πλατὺ ἡ κύστις. νεφροὶ δὲ, ὁκοῖον αἱμάλωψ, τῆς ἥπατος ἐάσι ἰδέης· ἀλλὰ καὶ αἰνότατοι καὶ οἴκτιστοι, ἔνθα μάλιστα Γίγνετ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι. τάμνειν ὦν αὐτίκα τὸν κενεῶνα, καταιον εῖν δὲ τὴν κύστιν λίπαϊ συχνῷ ξὺν πηγάνῳ καὶ ἀνήθῳ . ἢν δὲ θρόμβοι ἐώσι τοῦ πόνου καὶ τῆς ἰσχουρίης αἴτιοι, ὀξύμελι πιπίσκειν, ἢ τιτάνου μικρὸν ξὺν μελικρήτῳ, ἐς τὴν διάλυσιν τῶν θρόμβων, ἠδὲ ὁκόσα οὐρήσιας προκαλέεται, καὶ βοτάνας, καὶ σπέρματα · ἢν δὲ ἐξ αἱμορραγίης ὁ κίνδυνος, ἴσχειν μὲν οὐκ εἰς ἀμβολὴν τῶνδε μᾶλλον· ἀτὰρ καὶ ὅδε οὐχ ἥκιστα ὁ κίνδυνος. ἀρήγειν μὲν ὦν καὶ τοῖσι αἷμα ἐπέχουσι. ἀρήγει δὲ ἡ ψῦξις τῆς κύστιος · Ῥοδίνου καὶ οἴνου τέγξις, καὶ εἰρίων κατείλησις ἀπὸ οἰσύπου. ἐπίθημα , φοίνικες ἐν οἴνῳ δευθέντες ξὺν Ῥοιῇ, ἢ χυλῷ τοῦ Ῥοός· ἢν δὲ ἐκτρέπηται καὶ τῶν ἐπιθημάτων τὰ βάρεα, καὶ τὰς μεγάλας ψύξιας ἐκτρέπειν· χρὴ γὰρ μὴ κάρτα ψύχειν ψυχρήν τε φύσι καὶ λεπτὴν ἐοῦσαν τὴν κύστιν· καταχρίειν δὲ γλευκίνῳ, ἢ ἀκακίῃ, ἢ ὑποκιστίδι, ξὺν οἴνῳ. σπόγγοισι δὲ, ἢν μὴ σφόδρα ἐπείγῃ ἡ αἱμορραγίη , μὴ χρέεσθαι. τροφαὶ σιτώδεες, εὔπεπτοι, εὔχυμοι, οὐρητικαὶ, ὁκοῖαί μοι ἐπὶ νεφροῖσι λελέχαται· γάλα, οἶνος γλυκὺς, Θηραιὸς ἢ Σκυβαλίτης . φάρμακα πινόμενα, οὐρητικὰ, εὐώδεα, εὔροα· καὶ τἄλλα τὰ τοιαῦτα · ἄριστον δὲ κύστιτέττιγες, ἐφ ὡρ´ας μὲν ὁπτοὶ, ἔδεσμα · ἔξωροι δὲ ξηροὶ, λεῖοι, ξὺν ὕδατι. ἔστω δὲ καὶ τῆς Ῥίζης τῆς νάρδου βραχὺ ξὺν τοῖσι τέττιξι ἀφεψηθεῖσι . τοῖσι αὐτέοισι ἐνίζεσθαι ἀντὶ λουτροῦ ἐς ἄνεσιν τῆς κύστιος. Ἢν δὲ λίθων ἔμφραξις ἐπίσχῃ τὴν οὔρησιν, τῷ ὀργάνῳ τῷ καθετηρίῳ ὠθεῖν τὸν λίθον ἠδὲ ἄγειν τὸ οὖρον, ἢν μὴ ἐώσι φλεγμοναί . ἐπὶ γὰρ φλεγμονῇσι οὔτε ὁ πόρος δέχεται τὸ ὄργανον, πρὸς δὲ τιτρώσκονται τῷ καθετῆρι. ἢν δὲ ἄπορος μὲν ᾖ ἡ τῶνδε ἰητρείη, θνήσκῃ δὲ ὀδύνῃσι ὥνθρωπος τάμνειν τὴν πλιχάδα καὶ τὸν τῆς κυστίδος τράχηλον, ἔς τε τὴν τῶν λίθων ἔκπτωσιν καὶ τὴν τῶν οὔρων ἔκχυσιν. καὶ μάλιστα μὲν ἀκέσασθαι ἐς ὠτειλὴν ἄγοντα τὸ τρῶμα· ἢν δὲ μὴ, Ῥυάδα γενέσθαι τοῦ οὔρου βέλτιον ἐς τὸν αὖθις τοῦ ἀνθρώπου βίον, ἢ τῇ ὀδύνῃ οἰκτίστως θανεῖν. Ἡ ὑστέρη τῇσι γυναιξὶ ὑμένων ἀποτάσιας ἔνθα καὶ ἔνθα κατὰ λαγόνας ἴσχει, ἀτὰρ ἠδὲ ζῳού πάθη ἐν ὀσφρήσι · ἰέται γὰρ ἐπὶ τοῖσι εὐώδεσι πρὸς ἡδονὴν, καὶ τὰ κάκοσμα καὶ ἀτερπέα ὑπὸ ἀχθηδόνος φεύγει. ἢν μὲν ὦν τῶν ἄνω τι λυπῇ, πρόεισι γυναικηΐων ἔξω. ὧν δὲ κατὰ στόματι ἂν εἰή, ὀπίσω χάζεται ἠδὲ ἄνω· ἰῄ δ ἄν ποτε καὶ ἔνθα καὶ ἔνθα ποτὶ σπλῆνα καὶ ἧπαρ· ξυνδιδοῖ δὲ τὰ ὑμένια ἐς ἀπόστασιν καὶ ξυναγωγὴν, ὅκως νηὸς λαίφεα. Πάσχει δὲ τάδε καὶ ὑπὸ φλεγμασίης . καὶ γὰρ προπετεστέρη τῷ πάθεϊ καὶ τῷ ὄγκῳ τοῦ αὐχένος γίγνεται· ἡ γὰρ κατὰ πυθμένα φλεγμασίη ἄνω Ῥέπει, ἢν μὲν ἐς πόδας, ἔξω. ἀσηρὸν μὲν ὦν καὶ ἀλεγεινον, καὶ ἀτερπές· δύσχρηστον δὲ καὶ βαδίσαι, καὶ ἐς πλευρὰν κατακέεσθαι, καὶ ὑπτίην, ἢν μὴ τὼ πόδε φλεγμήνῃ ἡ γυνή· ἢν δὲ ἄνω φοιτοίη, ὡς ὀξύτατα μὲν τὴν ἄνθρωπον ἀπέπνιξε, πιέζει δ ἀγχόνῃ τῆς ἀναπνοῆς. οὐδὲ γὰρ οὐδὲ φθάνει πονέειν τε καὶ βοᾶν, καὶ τοὺς παρόντας κικλήσκειν ἀρωγούς. τῇσι γὰρ ἀναπνοῆς ἐπίσχεσις θᾶττον πολλῇσι, τῇσι δὲ φωνῆς. εἰκὸς ἂν ὦν τοῖς ἐν τουτέοισι καλέσαι τὸν ἰητρὸν, πρὶν τὴν ἄνθρωπον θανεῖν. ἀλλ ἤν κοτε ἐκ συντυχίης ἥκῃς, γνόντα τὴν φλεγμονὴν, σχάσαι φλέβα, μάλιστα μὲν τὴν ἐπὶ τῷ σφυρῷ. ἢν δὲ μὴ εὔροον ἐῄ, τὴν ἐπ ἀγκῶνι· ἐπαφαιρέειν δὲ ἀπὸ τοῦ σφυροῦ. πρήσσειν δὲ τὰ ἄλλα, ὁκόσα ἂν καὶ ἄνευ φλεγμασίης ἀρήγῃ πνιγί. δεσμοὶ χειρῶν καὶ ποδῶν, σφίγγοντες ἄχρι ναρκώσιος· ὀσμὴ κακωδέων, πίσσης ὑγρῆς, τριχῶν, εἰρίου κεκαυμένων · λύχνου φλογὸς ἐσβεσμένης , καστορίου, πρὸς τῷ κακώδει καὶ τὰ νεῦρα ψυχθέντα θάλπειν. οὖρον παλαιὸν καὶ τὴν αἴσθησιν ἐξανίστησι κάρτα τοῦ νεκρώδεος, καὶ τὴν ὑστέρην κάτω διώκει. τοιγαρῶν καὶ τοῖσι προσθέτοισι εὐώδεα ἐς τὴν χώρην ἐπιβλητέον τῆς ὑστέρης · μύρον ὁκοῖον ἂν ἐῄ προσηνὲς, ἠδὲ ἄδηκτον τὴν ἁφὴν, νάρδον, ἢ βάκχαρι τὸ Αἰγύπτιον· ἢ τὸ διὰ τῶν φύλλων τοῦ μαλαβάθρου , τοῦ δένδρεος τοῦ Ἰνδικοῦ, ἢ κιννάμωμον κοπὲν ξὺν τῶν εὐόσμων τινὶ λίπαϊ· ἐγχρίειν δὲ τάδε τοῖσι γυναικηΐοισι χώροισι. ἀτὰρ ἠδὲ ἔγχυτον ἐκ τῶνδε ἐγχεῖν τῇ ὑστέρῃ· διαχρίειν δὲ καὶ τὴν ἕδρην φυσέων ἀγωγοῖς · ἠδὲ ὑποκλύζειν μὴ δριμέσι , μαλθακοῖσι , γλίσχροισι , ὀλισθηροῖσι, ἐς τὴν τῶν κοπρίων ἔξοδον μοῦνον, ὅκως ἡ χώρη τῆς ὑστέρης λαπαρὴ γίγνηται· ἀλθαίης χυλῷ, ἢ τήλιος· μελίλωτον δὲ ἢ σάμψυχον ξὺν τῷ λίπαϊ ἑψείσθω · ἢν δὲ βίης ἢ λαπάξιος ἡ ὑστέρη δέηται, χείρεσι μὲν πιέζειν τὸ ὑποχόνδριον γυναικὸς εὐτόνου, ἢ ἀνδρὸς εὐαφοῦς, καὶ διαζῶσαι ταινίαις σφίγγοντα, ὁκόταν διελάσῃ τὸν χῶρον, ὡς μὴ αὖθις ἄνω θέειν· πταρμοὺς ποιέοντα ἐπιλαμβάνειν τὰς Ῥῖνας· τῷ γὰρ πταρμῷ καὶ τῇ ἐντάσι μετεξετέρῃσι ἡ ὑστέρη ἐς χώρηνϊξε· ἐμφυσῆν δὲ ἐς Ῥῖνας οἱά῀ γε στρουθίου Ῥίζης , ἢ πεπέρεος, ἢ τοῦ κάστορος· προσβάλλειν δὲ σικύας κούφας μηροῖσι, λαγόσι, ἰσχίοισι, βουβῶσι, ἕλκοντα τὴν ὑστέρην · προσβάλλειν δὲ καὶ πρὸς Ῥάχιν, ἐς τὸ μεσηγὺ τῶν ὠμοπλατέων, τῇ πνιγὶ ἀρήγοντα· ἢν δὲ ὲπὶ φλεγμονῇ πνίγηται, καὶ διασχάσαι τὴν ἐπὶ τῷ κτενὶ οἰχευμένην φλέβα καὶ ἀφαιρέειν συχνὸν αἷμα. ἀνατρίψιες τοῦ προσώπου, τιλμοὶ τριχῶν, ξὺν ἐμβοήσι ἐς ἀνάκλησιν· ἢν δὲ καὶ μικρὸν ἐπανενέγκωσι, ἐς ἀφέψημα ἀρωμάτων ἐνίζειν, καὶ εὐώδεα θυητὰ ὑποθυμιῆν· πιπίσκειν δὲ πρὸ τῶν σιτίων τοῦ κάστορος, καὶ τῆς ἱερῆς μικρὸν ξὺν τῷ κάστορι · καὶ ἢν ἐπανενέγκῃ, λούειν · καὶ ἐς ὡρ´ην ἐς τὰ ξυνήθεα τρέπειν· μελεδαίνειν δὲ τὴν ἄνθρωπον, ὅκως ἄγηται τὰ ἐπιμήνια εὔροα. Τῶν ἐν τοῖς αἰδοίοισι νεύρων ἡ φλεγμασίη ὄρθιον ἀνίσχει τὸ αἰδοῖον, ξὺν ἐπιθυμίῃ καὶ λύπῃ ἀφροδισίων ἔργων πρήξιος. ἐντάσιες δὲ γεννῶνται σπασμώδεες, οὐδαμᾶ πρηϋνόμεναι· ἀλλὰ καὶ ἐπὶ τοῖσι ἀφροδισίοισι ἀμάλθακτος ἡ ξυμφορή. προσεκμαίνονται δὲ καὶ τὴν γνώμην, τὰ πρῶτα μὲν ἐς ἀναισχυντίην, ἐπὶ παρρησίῃ τοῦ πράγματος. θαρσέας γάρ σφεας ποιέει ἡ ἀκυρίη τῆς ξυνουσίης· μετέπειτα δὲ, . . . . . . . . . ἐπάν ἀναλωφήσωσι, εὖτ ἄν σφισι ἡ γνώμη τέλεον μίμνῃ. Πάντων ὦν εἵνεκα τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι, καὶ τὴν ἐπὶ τῷ σφυρῷ. καὶ πολλὸν ἀφαιρέειν καὶ πολλάκις. οὐδὲ γὰρ ἄκαιρον νῦν λειποθυμίην ἐμποιέειν, ἔς τε νάρκην τῆς γνώμης, καὶ ἐς τὰς τῆς φλεγμασίης ξυνδόσιας, καὶ ἐς τὰς τοῦ θερμοῦ τοῦ κατ αἰδοῖον πρηο¨´νσιας. αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή · φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα · καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος. δρῆν μέντοι τάδε ἄμφω ἱερὴ δύναται · κατειλίσσειν δὲ τὰ τε αἰδοῖα καὶ τὰς ἰξύας καὶ τὴν πλιχάδα καὶ τοὺς ὄρχιας ἐρίοισι τοῖσι ἀπὸ ὀΐος Ῥυπῶσι· Ῥοδίνῳ δὲ καὶ οἴνῳ διῆναι χρὴ τὰ ἔρια, καὶ τέγγειν τὰ μέρεα, πολλόντι μᾶλλον τάδε καταιον οῦν τα, ὅκως μήτε θάλψις ἐκ τῶν ἐρίων ἐοί, ἀτὰρ ἡ ἔμφυτος θέρμη ὑπὸ ψυχρῆς δυνάμιος τῶν χυμῶν πρηο¨´νηται. τοιάδε χρὴ καὶ τὰ ἐπιπλάσμα τα τιθέναι · ἄρτον ξὺν ἀρνογλώσσου χυλῷ καὶ στρύχνῳ, καὶ σέριδι, καὶ φύλλοισι μήκωνος καὶ τοῖσι ἄλλοισι, ὅσα νάρκην καὶ ψύξιας ἐμποιέει. ἀτὰρ καταχρίειν τοῖσι ἰκέλοισι τὰ αἰδοῖα καὶ τὴν πλιχάδα καὶ τὰ ἰσχία, κωνείῳ, ξὺν ὕδατι, ἢ οἴνῳ, ἢ ὄξεϊ· μανδραγορίῃ, ἀκακίῃ · καὶ σπόγγοισι ἀντὶ τῶν εἰρίων χρέεσθαι. μεσηγὺ δὲ ὑποκλύζειν μαλάχης ἑψήματι, καὶ ἐλαίῳ, καὶ μέλιτι. δριμὺ δὲ πᾶν . . . . . ἀντερείσθωσαν σικύαι κατ ἰσχίου, ἢ ἤτρου. ἄρισται δὲ καὶ βδέλλαινέρθεν ἑλκύσαι αἷμα· καὶ ἐπὶ τοῖσι τρώμασι ἐπίπλασμα, αἱ ψίχες ξὺν ἀλθαίῃ· ἔπειτα ἐνίζειν ὕδατι ἀρτεμισίης , ἐλελισφάκου, κονύζης ἑψήματι · καὶ εὖτ ἂν προσωτέρω μὲν ἥκῃ χρόνου, μὴ κατὰ λόγον δὲ τὸ πάθος ἐνδιδῷ, δέος δὲ σπασμοῦ· ῾μάλα γάρ τοι ἐπὶ τῷδε σπῶνταἰ: μεταβάλλειν χρὴ τὴν θεραπείην τοῖσι θερμαίνουσι· χρέος μὲν γλευκίνου , ἢ σικυωνίου ἀντὶ Ῥοδίνου σὺν εἰρίοισι δὲ καθαροῖσι καὶ ἐπιπλάσμασι ἀλεαίνουσι . ἐμάλαξε γάρ κοτε τῶν νεύρων τὰς πρήσιας ἡ τοιήδε θεραπείη. ἀτὰρ καὶ πιπίσκειν τοῦ κάστορος ξὺν μελικρή τῳ. τροφαὶ ἄτροφοι, ψυχραὶ, βραχέα μὲν τὰ σιτώδη· τὰ πλεῖστα, λάχανα, μαλάχη, βλίτον, θριδακίνη, ἑψητὴ κολοκύν τη, σίκυος ἑφθὸς, πεπέων ὡραῖος· οἴνου δὲ, καὶ κρειῶν, μέσφι πολλῆς ἀναλήψιος, φειδώ. οἶνος γὰρ θάλψις μέν ἐστι νεύρων, μάλθαξις δὲ ψυχῆς, ἐπανάκλησις δὲ ἡδονῆς, γονῆς γένεσις, καὶ πρόκλησις ἀφροδισίων. Τάδε μοι ἐς τὰ ὀξέα γεγράφθω ἄκεα. χρὴ δὲ καὶ αὐτόν τινα ξυνευπορέειν, μὴ πάντα ἀλλοτρίῃ ξυγγραφίῃ προσίσχοντα τὸν νόον. οὕτω τὰ ὀξέα πάθεα γίγνεται, ὡς ἐν τάξι τε τοῖσι γεγραμμένοισι, καὶ μούνοισι, ἢ ἅπασι χρέεσθαι.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기