- 텍스트

Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.?

(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.)

Ὀξεῶν νούσων ἄκεα ξυναφέα τῇσι σημηΐων ἰδέῃσι, ἀμφὶ ὧν τοῖς ξυγγράμμασι, ἄσσα μοι πρόσθεν γεγράφαται . ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται· ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω· ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή. Κατακεκ λίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ· ἐάρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὡρ´ας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας· ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτι κοί · ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοιλεῖοι, ὁμαλοὶ, μηδ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι· ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα· καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς. κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἐοί. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι , ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτι κοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτι κοί . εἴσοδοι τῶν φιλτάτων· μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς · πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή · κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι , καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθ ἑτέρων ἕτερα γιγνώσκωσι , ἢ ξένα ἰνδάλμα τα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή· ἢν δὲ μὴ, τοὐναντίον. ἀγαθὸν δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηο¨´νεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή· σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία· εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα . ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας. Ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπ ἀγκῶνι, μάλιστα τὴν μέσην· ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν · εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν· ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἐῄ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης,--οἵδε οὐ τῆς φρενίτιδος ἐάσι οἱ λογισμοὶ,-- ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα· πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἐώσι οἱ φρενιτικοί · τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή· κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος · αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφ οἷσι ἡ βλάβη οὐ σμικρή. κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτι κοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ· εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν· γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις. Τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι, οὐκ ἥκιστα δὲ φρενιτι κοῖσι· ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων. τὸ δὲ μελίκρητον , ἢν μὴ χολώδεες ἐώσι· ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι. χόνδροι πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε Ῥοφήματα διδόναι ἁπλᾶ, ὁποῖα θύμβρης, ἢ σελίνου, ἢ ἀνήθου ἐνηψημένων · εὔπνοα γὰρ τάδε καὶ διουρητικά . σύμφορον δὲ φρενιτι κοῖσι οὔρησις · λαχάνων πάντων μὲν, μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ γλίσχρασμα καὶ ἐς λειότητ αγλώσσης καὶ ἀρτηρίης, καὶ ἐς τὴν τῶν κοπρίων διέξοδον· ἄριστον δὲ καὶ τεῦτλον, καὶ βλίτον, καὶ κορωνόπους, καὶ κολοκύνται καθ ὡρ´ην, καὶ ὅ τι ἂν ἐφ ἑκάστης ὡρ´ης ἄριστονᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν πρώτοισι, ὡς ἀτροφώτερος ἐοί· ἐπὶ δὲ μᾶλλον παχύτερος, ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον. ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος ἰῄ, μὴ ἀφαιρέειν τῶν προσθεσίων, ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων· εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων· κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι · ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων κρέσσον ές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον· ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη. ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ καὶ φρενῶν ἅψιν ποιέει· ἢν δὲ ἀνάγκη ἐῄ, τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων , ἑφθὰ ἐν μελικρήτῳ, ἢ ὀπτὰ ἐν στέατι, ὁκοῖον μῆλα, δοτέον. τῶν ἄλλων θερμῷ ὕδατι ἕκαστον ἐκλύειν, ἢν ἐς μούνην τὴν τοῦ στομάχου παραμυθίην διδῷς· ἢν δὲ καὶ ἐς δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδες ἐκλύειν. τροφὴ μὲν ὦν, ὡς ἔπος εἰπεῖν, τοιήδε. Τέγγειν δὲ τὴν κεφαλὴν ἐς ἔμψυξιν, λίπαϊ ἐλαίης ὄμφακος τετριμμένης. ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτι κοῖσι· ἢν δὲ καὶ ἀγρυπνίη καὶ φαντασίη ἐώσι, Ῥοδίνου μίσγειν ἶσον ἴσῳ τὰ πρῶτα· ἔτι δὲ μᾶλλον τὸ Ῥόδινον ἔστω πλέον ἐς στῦψιν καὶ ἔμψυξιν τῆς κεφαλῆς. ἢν δὲ καὶ τὴν γνώμην παρακινέωνται , καὶ τὴν φθέγξιν ἐξαλλάσσωνται, ἑρπύλου κόμης ἐνεψητέον ἐν τοῖσι ἐλαίοισι, ἢ κισσοῦ χυλὸν, ἢ πολυγόνου παραχυτέον · ἢν δ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ σπονδύλιον τοῖσι ἐλαίοισι ἐνεψεῖν, καὶ ὄξους παραχεῖν. ἀτμῶν γὰρ τάδε καὶ θέρμης διαπνευστικὰ, καὶ παχέων χυμῶν διαλυτικὰ, ἃ τῆς παραφορῆς ξυναίτια. πεφυλάχθαι δὲ χρὴ τάδε, ὡς μὴ ἐς τὸν αὐχένα καὶ τοὺς τένοντας ἡ τέγξις ἥκῃ. πολεμίη γὰρ τένουσι καὶ νευροῖσι. καιρὸς δὲ πᾶς τέγξιος, πλὴν τῆς ἐσβολῆς τοῦ παροξυσμοῦ · ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάσι · πάντων δὲ μάλιστα ἐν ἀκμῇ· ᾗ δ ἂν ἐκμαίνωνται, τῇδε μάλιστα τέγγειν ψυχρῷ, καὶ ψυχομέν ῳ ἐπὶ μᾶλλον θέρεος ὡρ´ῃ· χειμῶνος δὲ χλιαρῷ. εἰς δὲ τὸ πρηο¨´νειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν· ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς Ῥῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν. Τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ δι ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπαν ὀφθαλμοὶ, ὁκοῖόντι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, Ῥοδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψή ματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ· ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἰε῀ν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν · ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων. καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα · ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή· μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ· διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δ ἄλλα ὕπνου θελκτήρια. Τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ ἐμβρέγματα , καὶ ἐπιπλάσματα, ἢν φλεγμονῇ καὶ σκληρίῃ ἐπαίρηται καὶ φύσῃ, ἔλαιον δρυπετοῦς ἐλαίης ἐμβάλλειν. παχὺ γὰρ καὶ γλίσχρον καὶ ἀλεαῖνον. τόδε ὦν χρέος ἐν φλεγμασίῃ. ἐνηψήσθω δὲ ἐν αὐτῇ ἄνηθον, κόνυζα · ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα· ἢν δὲ καὶ φύση ἐνῇ, κυμίνου καὶ σελίνου τῶν καρπῶν ἠδὲ ὁκόσα οὔρων καὶ φυσέων ἀγωγά· καὶ νίτρον ἐνσείσαντα ἐμπάσσειν. ἢν δὲ τὸ ἧπαρ τὴν πεῖσιν καὶ τὴν ὀδύνην ἴσχῃ, ἔρια μὲν ἔστω οἰσύπῳ πιναρὰ ἀπὸ τῆς ὀΐος· ἔλαιον δὲ τὸ ἀπὸ τῆς ὄμφακος, ἢ Ῥόδινον · μίσγειν δὲ χρὴ σίραιον Ἑλληνικὸν, ἢ Κρῆτα, καὶ ἐνεψεῖν μελίλωτον, μίξαντά τε ἐς ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ· σπληνὶ δὲ τὸ ἔλαιον σὺν ὄξεϊ ἔστω, ἢ εἰ μέζων ἢ πρὶν δοκέοι, ὀξύκρητον, καὶ ἀντὶ ἐρίων σπογγιὴ ἁπαλή. μάλα γὰρ τοῖσδε ὁ σπλὴν χαίρει τε καὶ πρηο¨´νεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴσω ᾖ, ἠδὲ ἄνω εἰρύηται, καὶ τὸ δέρμα περιτείνηται, ἄριστον μὲν ἀντὶ τοῦ λίπαος, ἢ ξὺν αὐτέῳ, παχὺ πικέριον ἶσον. κόνυζα δὲ ἔστω καὶ λιβανωτὶς τὰ ἐνεψήμα τα· καὶ ἄνηθον οὐκ ἀτερπές. Ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἐῄ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι· ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν· ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται , καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά· μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ · ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας· τάδε γὰρ καὶ μελίκρη τον ποιέεει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ. Ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι, ῾ ἐπιξηραίνονται γὰρ πολλἂ, ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρή τῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ. Ἢν δὲ μὴ ἀξίως ὑποκαταστῶσι αἱ τῆς φλεγμονῆς πρηδόνες, σικύην θέντα, ἐντάμνειν, ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἐῄ· μίην δὲ ἢ δευτέρην, ὅκως ἂν τά τε φλεγμαίνοντα σημαίνῃ καὶ ἡ δύναμις κελεύῃ, ἀτὰρ καὶ τὸ πλῆθος τοῦ αἵματος τοισίδε τεκμαρτέον · ἀμετρίη γὰρ συγκοπῆς αἰτίη. ἐς μὲν ὦν ἡμέρην μίην ἢ δευτέρην τέγξις ἡ ωὐτὴ, ἐς δὲ τὴν τρίτην κηρωτὴ σύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. ἔπειτα ἐπιθήματα, ἐν φλεγμασίῃ μὲν ἢν ἐπεῶσι, ὕσσωπος , τῆλις ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ Ῥητίνη, κηρός· τὰ δὲ ἔλαια ἐπὶ τοῖσι αὐτέοισι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοισι ἐπανίῃ μηδὲν ἡ παραφορὴ, κουρῆς τῆς κεφαλῆς χρέος, ἢν μὲν μήκισται εἰε῀ν αἱ κόμαι, τὰ πρώτιστα ἐς ἥμισυ· εἰ δὲ βραχύτεραι , ἐν χρῷ· ἔπειτα μεσηγὺ ἀναλαβόντα τὴν δύναμιν, σικύην κατὰ τῆς κορυφῆς προσβάλλει ν ἠδὲ ἀφαιρέειν αἷμα· κούφη δὲ προτέρη ἐς τὰ μετάφρενα κεκολλήσθω . Ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς· ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης· ῾καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεταἰ: ἐπὶ δὲ τοῖσι φρενιτι κοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν . παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι· ἀναπνοὴ θερμή τε καὶ ξηρή· δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν. καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου· μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες· ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ· θέρεος δὲ καὶ σίραιος Ἑλληνικός· ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες· ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα · ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν· ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν· καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν , ἢ ὑπὸ χολῆς δακνομένου , καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί· Ῥυμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν. Ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος . τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος· ὀλίγον δὲ ἀπαρκέει · βραχυπότ αι γὰρ οἱ φρενιτι κοί. Ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε· τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον · ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν· τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ Ῥεόντων κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν· ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ · τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηο¨´νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται· ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν. Ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἐῄ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται · τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται , καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις· ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα. Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν· ζόφος γὰρ ἡ νοῦσος· ἠδὲ ἐν ἀλέῃ μᾶλλον· ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν· τιλμοί· κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι. Ἀμφὶ δὲ καὶ κενώσιος ληθαργι κῶν τάδε χρὴ γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου, ὁκοῖόν τι φρενίτιδος , διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον, ἀλλ ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ, καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον ἐμπάσσοις· ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργι κοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες. ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλ ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ νουσέων, ἢν μὲν αἵματος, φλέβα τὴν ἐπ ἀγκῶνι τάμνειν · ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ, ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρή τῳ, πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ· ἢν δὲ μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι ὁλκῆσβ, ξὺν μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναν τα καθήρασθαι , τότε διδόναι σιτία, ἢν καιρὸς ᾖ· ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή· εὐκαιρίη δέ κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς ͵α ὕδατι ἢ μελικρή τῳ λυομένης, κυάθοις δύο. Ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην· ἀθρόον δὲ μὴ ἀσιτεῖν · ὑπομνήσιός τε γὰρ ἠδ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι , κεγχρίδι. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω. καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν, εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον, σέλινον, τὰ λάχανα, ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ· ἄριστον δὲ καὶ κύμινον γλυκὺ, ξὺν κράμβῃ, φυσέων ἠδὲ οὔρων· ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ. Τέγξιες τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτι κοῖσι. Ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν, ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ στύψι, Ῥοδίνῳ, καὶ κισσοῦ χυλῷ· ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι, οἱο῀ν ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ Ῥοδίνῳ· ἢν δὲ νεύρων πόνος ἐῄ καὶ ψῦξις ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων, τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν Ῥάχιν χριειν τῷ αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ· ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων. τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν , καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην· χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος ἐῄ, καὶ κίνδυνος σπασμοῦ, καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπ ἀνάγκης χρέεσθαι· ὀλίγη δὲ ἤτω ἡ χρῖσις· ἢν δὲ καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἐώσι, καὶ πρήσιες καὶ φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος, ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν φρενιτι κοῖσι λέλεκται. Σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἐώσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπ ἀνάγκης τῇ σικύῃ χρέεσθαι· ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν· ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν. Ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω. φυσέων γὰρ συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃς ι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ· διαπνευστι κὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις . διαχρίειν οὖν πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ· ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ τερμίνθου Ῥητίνης μέρος ἕν· καὶ πυρίη προκλητικὴ φυσέων, ἢ πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς Ῥάκεσι, ἢ σπογγιῇ ξὺν ὕδατι, ἔνθ ὕσσωπον, ἢ ὀρίγανον, ἢ γλήχων, ἢ Ῥυτὴ ἕψηται· ἄγοι δ ἂν φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ ἄγει, ὕσσωπον ἐν μελικρή τῳ ἑψηθὲν, δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον· δριμέα μὲν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωστις· τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά. Ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἐῄ, καστόριον πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρή του κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας· ἢν δὲ μὴ πίνῃ τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου, ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ, τὸ δὲ διπλόον ἐς τὸ κάτω ἔντερον ἐγχέειν, καὶ τόδε ἐς πλεῦνας ἡμέρας. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον, ῾φύσας γὰρ ἄγει ἄνω τε καὶ κάτω· μετεξετέροισι δὲ καὶ οὖρα καὶ κόπριον·᾿ ἢν δὴ ποθὲν εἰς τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνεται καὶ τὰς ἕξιας ἐς τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰς καταστάσιας τῶν νούσων τρέπει. ἄριστον δὲ καὶ ἐς τὰς Ῥῖνας ἐμφυσῆν · καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖσι· καὶ ὁκοῖόν τι κύστις ἀγωγὸν οὔρων καὶ Ῥὶν μύξης· πρήσσει δὲ θέρμῃ προσηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέσσον, πεπέρεος, ἐλλεβόρου, στρουθίου, εὐφορβίου. τάδε γὰρ ἐς τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆς τε καὶ αἰσθήσιος, ἐκ προσαγωγῆς δὲ τὸ καστόριον ἀλεαίνει· κεφαλῇσι δὲ καὶ ἄλλως ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντη ἐνθένδε περιφύεται · νούσων δὲ νεύρων καστόριον ἰητήριον. ἀλλὰ ξυμμίσγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τισι, οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι. Ὑγρῆναι τὴν Ῥῖνα προκλήσι · ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς · ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ. Δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργι κοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν . τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν· χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες· ῾ ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες ᾿, ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα , τιθέναι · δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήμα τα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον · εἰ κίνδυνος δὲ φλυκται νώσιος καὶ τρωμάτων, ξυνεχέωσς ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παρόξυσμῶν. Ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἐῄ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι· ἔπειτα δ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν· κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι· δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν · καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν· ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη· χρὴ δὲ καὶ αὐτὸν πειρῆν· εὐλαβίη γὰρ ἀπειρίη. Χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν · ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην, ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν · φυλάξαν τα δὲ ἐς ὡρ´ην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν. Οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος. Τοισίδε μέντοι κἢν μαρασμὸς ἐῄ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο¨´ναι· ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα . ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται. Ἀποπληξίη ἰσχυρὴ μὲν εἰή, ἅπαντα γὰρ ἐάσι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ Ῥηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη , ἢν μή τις ἐς ἁμαρτωλὴν ἰῄ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν· ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος· ἔτι γὰρ ἡ αἰτίη μίμνει· κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν . ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ· ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον· τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος · ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν. Ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι ῾τὰ πολλὰ γὰρ ὑπ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονταἰ, καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν· ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε · τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ῥητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος. Καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὐέλπιν χρὴ ἔμμεναι, ἠδ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος· εἰ δὲ κώλυμα ἡ δύναμις ἐοί, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. Καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον· κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι· εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο· ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις. Ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι· ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων· . . . . . . . ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε· ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ · μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον· καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν· ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος , εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα . οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος· ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται· ξὺν αὐτέοισι δὲ καστόριον, Ῥητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρουἶσα· πεπέριος, χαλβάνης ἐς ἥμισυ· ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον· ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ῥίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι· ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἐώσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης. Ἢν δὲ πυρετοὶ ὀξέες ἐώσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι . τροφῇσίτε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι· καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον· καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή. Ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ. Παρελύθη κοτὲ καὶ κατάποσις, ἥπερ μούνη ἀποπλήκτοισι ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς, καὶ δυσπνοίης, καὶ πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων, οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην, ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει· εἰ δ ὁ νοσέων ἐς ὄλεθρονἰῄ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριες ὁκόσοι σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου. οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς, ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει δὲ σικύη, κἢν καταπίνειν θέλῃ, ἐπίσχει τῇ ἀποστάσιτε καὶ ἀνθολκῇ · ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς καταπόσιος · πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος. ἀλλ οὐδ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει· μύες γὰρ καὶ νεῦρα, καὶ τένοντες, καὶ φλέβες ἐπίπροσθεν ἐάσι αὐτέου. Κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντερα πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων, διαρρέει γὰρ τὰ περιττὰ ὡς δι ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι· νδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον · κἢν ἐκκοπρωθῇ τὸ ἔντερον , προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις. ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται. Τῆς ἐπιληψίης ὀλεθρίη μὲν ἡ πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ ἡ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἡ ἐπιληψίη · ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, ἡ δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνετα ι, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει. Ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη , κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα . ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἢ ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, ἢ σιτίων, ἢ φλέγματος, ἢ ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει· ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον Ῥήϊστον · ἢν δὲ καὶ σπᾶται ἢ διαστρέφηται τὴν κάτω γνάθον, ἢ τὼ χεῖρε καὶ τὰ σκέλεα Ῥίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν , ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα· πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν ἢ πιναροῖσι ἐρίοισι ἢ παλαιοῖσι τρύχεσι · διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ἢ ξὺν νίτρῳ, ἢ Ῥητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά· φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου· καρδαμώ μου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν. ἢ γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ἢ ὑπηλάθη ἡ γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ τόδε· τοῦ καρδαμώμου , καὶ σινήπιος, καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς Ῥίζης μέρος α, ξὺν νίτρου διπλασίῳ, πεπέριος ἐς τρίτον, μέλιτι φυράσαν τα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν, ἀτὰρ καὶ ἔτι προσωτέρωτῶν παρισθμίων, ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι· τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς, σινήπιος καὶ ὑσσώπουἶσα, καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι · τάδε μὲν ὦν ἐς ἀνέγερσιν τοῦ παροξυσμ οῦ · τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται. Νῦν μάλα χρὴ κοίτην μαλακὴν, εὐαφέα, λείην, προσηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται . ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται, τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ ὁ οἶκος ἀλεεινὸς, κἢν θέρεος ᾖ, μὴ μέχρι ἱδρώτων, ἢ ἐκλύσιος. ἐς συγκοπὴν γὰρ ἡ νοῦσος Ῥέπει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν · οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι, εἴτε ἐπ ἀμβλώσει γυναικὸς, φλέβα τὴν ἐπ ἀγκῶνι τάμνειν. προμηθευόμενον καὶ τὴν πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ Ῥηϊδίως γένοιτο. τάδε γὰρ σπασμῶν προκλήσιες · καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως, μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος. μηδ ἐπ ἀσιτίης ἐῄ· ψυχρὸν καὶ ξηρὸν λιμός. διδόναι ὦν μελικρή του παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς κατάποσιν λεῖα καὶ Ῥήϊστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα , καὶ ἐς δύναμιν δυνατώτατα · τὸ δὲ ξύμπαν σκῆνος ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, ἢ κροκίνῳ, ἐν οἷς ἢ λιβανωτὶς, ἢ κόνυζα, ἢ ἀρτεμισίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω· χρίειν δὲ τῷ διὰ τῆς λημνήστιδος, καὶ εὐφορβίου, καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι· προσβάλλειν δὲ τοῖσδε τοῦ καστορίου συχνόν· εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβ άνειν τοῖσι ἐρίοισι, καὶ χρίειν καὶ τὰ παρ οὖς καὶ ἀνθερεῶνα. τάδε γὰρ μάλιστα πάσχειτε δεινὰ καὶ τείνει. πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην, ἢ κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι, ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν. τάσδε μὲν γὰρ ὀμίχλης ἐπ ἀναφορῇ ἀτμῶν πίμπλησι, ἀνίησι δὲ τὰ νεῦρα. χρὴ οὖν τῷ τρόπῳ τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ· ἀλλὰ ὕλη μὲν ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἢ ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. τρόπος δὲ πυρίης· ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι τὰ πυριάματα ἄχρι τῆς κορυφῆς · προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε καὶ βλάψιος · ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν ἔστω τοῦ ἰνίου. ἀνωτέρω γὰρ εἰ θείης, τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως· ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι ἀγαθὸν ἡ σικύη ἐς τὸ ἰνίον τῆς Ῥάχιος ἑκατέρωθεν · ἔστω δὲ φειδὼ πολλὴ τῆς φλογός· ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἡ ἀμφίθλασις . χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἢ ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή. τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης ἡ δύναμις γιγνέσθω. τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα. Ἢν δὲ ἐπὶ τρώματι σπασμὸς γένηται, ὀλέθριον μὲν καὶ δυσέλπιστον· ἀρήγειν δὲ χρή· μετεξέτεροίτε γὰρ καὶ ἐκ τοιῶνδε ἐσώθησαν. χρὴ ὦν, πρὸς τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆσθαι, τέγξιθερμαινόντων, ἅσσα μοι λέλεκται, καὶ πυρίῃ καὶ ἐπιπλάσμασι, φαρμάκοισίτε ὁκόσα Ῥηϊδίως θερμαίνειτε καὶ πολλὸν τεύξει πῦον. ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔστω ὦν λιβανωτοῦ τῆς μάννης, καὶ πολίου τῆς κόμης, καὶ Ῥητίνης ἀπὸ τερμίνθου καὶ πίτυος τῶν δενδρέων, καὶ ἀλθαίης Ῥίζης, καὶ πηγάνου καὶ κονύζης τῆς βοτάνης. τάδε χρὴ συμμίσγειν τοῖς ἐπιπλάσμασι , τὰ μὲν τήκοντα, τὰ δὲ ἐμπάσσοντα, τὰ δὲ ξὺν ἐλαίῳ προλεαίνοντα· ἐν μελικρή τῳ δὲ τὴν ἀλθαίηνκεκομμένην προεψεῖν · ἐπιπάσσειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καστορίου· οὐ σμικρὴ δὲ ἡ ἔνθεν ἀλέη ὅλῳ τῷ σκήνεϊ, ὅτι καὶ τὰ Ῥίγεα τὰ ἀπὸ τῶν ἑλκέων κακοήθεα. ἐγχρίειν δὲ τὰς Ῥῖνας τῷ καστορίῳ ξὺν κροκίνῳ λίπαϊ· ἀλλὰ καὶ πιπίσκειν τοῦδε ξυνεχέως ὁκόσον ὁλκῆς τριώβολον· ἢν δὲ πρὸς τόδε ἀπαυδήσῃ ὁ στόμαχος, μεσηγὺ σιλφίου Ῥίζης διδόναι τῆς ὁλκῆς τὸ ἶσον τῷ καστορίῳ, ἢ σμύρνης, τοῦ σιλφίου ἥμισυ. ἅπαντα δὲ ξὺν μελικρή τῳ πιπίσκειν. εἰ δὲ εὐπορίη ὀποῦ τοῦ σιλφίου τοῦ ἀπὸ τῆς Κυρήνης γένοιτο, τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα, ὁκόσον ὀρόβου μέγεθος, καταπιεῖν διδόναι. ἄριστον γὰρ ὧδε, ὡς τὴν ὑπερώην λάθοι παραλλάξας · δριμὺς γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνὴς, κάκοδμος ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν, μελικρήτῳ λύσαντα διδόναι. ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον, ὁκόσα πέφυκε ἀλεαίνειν τε καὶ ὑγραίνειν, καὶ ἀνιέναι τῆς τάσιος, καὶ μαλθάσσειν νεῦρα. ἢν δὲ μηδὲν καταπίνωσι, ἐς τὴν ἕδρην ἐγχέειν ξὺν ἐλαίῳ, τοῦ καστορίου. τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ ἢ μέλιτι· τῷδε καὶ τὴν κύστιν τέγγειν τε καὶ χρίειν ἐς πάχος ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύσας καὶ κόπριον ἄγειν καιρὸς ᾖ, τῆς ἱερῆς τοῦ καθαρτηρίου ὁλκῆς͵ δύο ξὺν μελικρή τῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε ἔτι καὶ τὸ ἔντερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ. ποικίλον γὰρ καὶ θερμὸν φάρμακον ἡ ἱερή. Δοιαὶ συνάγχης ἐάσι ἰδέαι. ἡ μὲν σὺν θερμασίῃ καὶ μεγάλῃ πρήσιτῶν παρισθμίων , καὶ ἐξογκώσι ἔξω· ἀτὰρ καὶ ἡ γλῶσσα, καὶ ὁ γαργαρεὼν, καὶ πάντα τὰ τῇδε μέρεα ἐς ὄγκον ἀείρεται· ἡ δὲ ἑτέρη ξύμπτωσίς ἐστι τουτέων ἠδὲ ἐς τὸ ἔσω πίεσις, ξὺν ἀγχόνῃ μέζονι, ὡς δοκέειν τὴν φλεγμασίην εἴσω μέσφι τῆς κραδίης ἐρηρεῖσθαι . τῇδε χρὴ μάλιστα ὠκέως ἀρήγειν · τῇδε γὰρ καὶ ὠκέως θνήσκουσι. Ἢν μὲν ὦν ἀπὸ κραιπάλης καὶ οἰνοφλυγίης ἐώσι, ὑποκλύζειν αὐτῆμαρ. ἀλλὰ καὶ δισσοῖς κλύσμασι, τῷ μὲν ξυνήθεϊ, ὡς ἄγειν κοπρώδεα · τῷ δὲ ὡς ἀποσπᾶσθαί τι τῶν χυμῶν ἀπὸ τῶν παρισθμίων τε καὶ θώρηκος. ἔσται ὦν, ἀλλὰ μήτε ἀκρητεστέρη, . . . . . . . . . καὶ κενταυρίου καὶ ὑσσώπου ἑψήματα. τάδε γὰρ καὶ φλεγμάτων ἀγωγά. κἢν δὲ ἀπὸ λεπτῆς διαίτης ἐώσι, τάμνειν φλέβατὴν ἐπ ἀγκῶνι. μέζονα δὲ τὴν τομὴν σχάζειν, ὅκως Ῥοιζηδὸν ἠδὲ ἀθρόον Ῥέῃ τὸ αἷμα. ὅδε γὰρ ὁ Ῥόος ἱκανὸς μὲν ὡς ὤκιστα θερμασίην πρηϋ῀ναι, δυνατὸς δέ ἀγχόνην λῦσαι καὶ πάντα μειῶσαι. οὐκ ἀγεννὲς δὲ καὶ μέχρι λειποθυμίη ς ἄγειν, μὴ μέντοι λειποθυμέειν. μετεξέτεροι γὰρ ξὺν τῇ πληγῇ ἐξέθανον ἐπὶ τῇ λειποψυχίῃ. . . . . . . . . ἢ δεσμοῖσι σφίγγοντες ὑπὲρ σφυρὰ καὶ γούνατα · ἄριστον δὲ καὶ ὑπὲρ καρποὺς ἐς πήχεας καὶ ὑπὲρ πήχεας ἐς βραχίονα· ἢν δὲ καταπίνειν Ῥήϊστον ᾖ, ἐλατήριον διδόναι ξὺν μελικρήτῳ καὶ ὀρρῷ γάλακτος, ὁκόσον ἂν καθῆραι ἱκανὸν ᾖ τὸν ἄνθρωπον. ἐλατήριον δὲ τοῖσδε τῶν ἄλλων καθαρτηρίων κρέσσον · ξύμφορον δὲ καὶ κνέωρον καὶ νᾶπυ. τώδε γὰρ ἄμφω τὰς κοιλίας καθαίρει· ἐπὶ δὲ τοῖσι ἢν μὴ ἐνδίδωσι αἱ πρήσιες, πρὸς τὸν οὐρανὸν ἀνακλάσαντα τὴν γλῶσσαν τάμνειν τὰς ἐν αὐτέῃ φλέβας. κἢν εὐρόως καὶ πολλὸν Ῥυῇ τὸ αἷμα, τῶν ἄλλων μᾶλλον ἂν ὤνησε. τέγξιες ἐπὶ τοῖσι φλεγμαίνουσι, τὰ πρῶτα μὲν στύφουσαι, ὅκως ἐς παλίρροιαν ἰώσιν αἱ ὗλαι· ἔριά τ ὦν πιναρὰ ξὺν οἰσύπῳ, δευθέντα οἴνῳ καὶ ἀλείφατι τῷ ἀπὸ τῆς ἐλαίης τῆς ὄμφακος. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα ἴκελα τῇ τέγξι, φοίνικες ἐν οἴνῳ δεδευμένοι , λεῖοι ξὺν Ῥοδίοισι πετάλοισι. ὡς δὲ γλίσχρον τε καὶ μαλακὸν ἐῄ τὸ ἐπίπλασμα, καὶ ἄλητον ἔστω, ἢ λίνου σπέρμα, καὶ μέλι, καὶ ἔλαιον, ἐς τὴν ἁπάντων μίξιν. ἢν δὲ ἐς πύησιν τρέπηται, τοῖσι θερμοῖσι χρέεσθαι, οἷσπερ καὶ ἐπὶ τῆς ἑτέρης συνάγχης. τῆλις ὦν ἔστω τὸ ἄλητον, καὶ μάννα, καὶ Ῥητίνη τὰ τηκτά· καὶ πολίου κόμη ἐμπασσέσθω . καὶ πυρίη θερμὴ σπόγγοισι δάφνης τοῦ καρποῦ καὶ ὑσσώπου ἑψήματι. ἐς δὲ ἐμπύησιν δυνατώτατον, πελιάδων ἢ κυνῶν κόπρον προσεπιπάσσειν λεπτὴν ἀπὸ κρησέρης· διακλύσματα δὲ, μελίκρητον ξὺν φακῆς ἢ ὑσσώπου ἑψήματι, ἢ Ῥόδων, ἢ φοινίκων, ἢ ὁμοὺ πάντων. ἐγχρίειν δὲ τὸ στόμα πᾶν μέχρι τῆς ἔσω φάρυγγος, ἁπλοῖσι μὲν,--χυλῷ μόρων, Ῥοιῶν ὕδατι λεανθέντων , ἢ φοινίκων ἑψήματι · φαρμάκοισι δὲ τῇ διὰ τῶν μόρων, ἢ καὶ τῇ βησασᾷ, καὶ χυλῷ Ῥοὸς, καὶ τῇ διὰ τῶν χελιδόνων. ἢν δὲ ἕλκεα ἐσχάρων ἐώσι, διακλύσματα τάδε καὶ ἀνακογχυλισμοὶ, ὑσσώπου ἀφεψήματι ἐν μελικρήτῳ, ἢ σύκων τῶν πιόνων ἐν ὕδατι καὶ ἐπὶ τοῖσδε ἄμυλος διεθεὶς ἐν μελικρή τῳ, ἢ πτισάνης χυλῷ, ἢ τράγου. Ἐπὶ δὲ τῆς μετὰ ξυμπτώσιος συνάγχης, ἔσωθεν ἔξω ἄγειν πάντα, καὶ ὕγρὰ, καὶ θέρμην, καὶ σάρκα πᾶσαν, ὡς ἐξογκέῃ ἔξω τὸ πᾶν. ἔστωσαν ὦν θερμαὶ αἱ τέγξιες ξὺν πηγάνῳ καὶ ἀνήθῳ, ἐμπασσομ έν ου νίτρου· καὶ ἐπιπλάσμα τα ξὺν τουτέοισι τὰ πρόσθεν. ἀγαθὸν δὲ κηρωτὴν σὺν νίτρῳ καὶ σινήπι τιθέναι ἐς θερμασίην. θερμασίη δὲ ἡ ἐς τὰ ἔξω τὰ τοιάδε ἰῆται. ἀτὰρ ἠδὲ ἐξογκέει ἐς τὸν αὐχένα· ὄγκος δὲ περιπνευμονίης Ῥύεται ἐπαιωρεύμενος ἔξω· εἴσω δὲ τοῖσι συναγχι κοῖσι ὀλέθριον κακόν· ὁκόσοι δὲ ὑπ εὐλαβίης τῆς ἐπὶ τῆς συνάγχης πνιγὸς τὴν ἀρτηρίην ἔταμον ἐς ἄναπνοὴν, οὔ μοι δοκέουσι πείρῃ τὸ πρῆγμα πιστώσασθαι· ἥ τε γὰρ θερμασίη τῆς φλεγμασίης μέζων ἐκ τοῦ τρώματος γίγνεται καὶ προστιμωρέει τῇ πνιγὶ, καὶ βήσσουσι· ἢν δὲ καὶ ἄλλως ἐκφύγωσι τόνδε τὸν κίνδυνον, οὐ ξυνάγεται τοῦ τρώματος τὰ χείλεα. ἄμφω γὰρ χονδρώδεα καὶ ἀξύμφυτα. Τῶν παθέων ὁκόσα ἀμφὶ τὴν κιονίδα γίγνεται, τὰ μὲν ὑποτάμνειν χρὴ, ἀλλ οὐ τοῦ παρεόντος λόγου ἡ τῶνδε χειρουργίη · τὰ δὲ ὡς ὀξέα ἰῆσθαι. Ῥηϊδίως γὰρ πνίγει καὶ δυσπνοίῃ τινὰ τουτέων κτείνει. τοιάδε μέντοι ἐστὶ, ἣν καλέομεν σταφυλήν τε καὶ κιονίδα. ἄμφω γὰρ ξὺν φλεγμασίῃ καὶ πάχεϊ καὶ μήκεϊ ξυνίσταντα ι, ὡς ἐς τὴν ἀρτηρίην ἐκκρεμέα γίγνεσθαι· ἴσῳ μὲν πάχεϊ ἀπὸ τῆς βάσιος μέσφι ἄκρου τοῦ οὐρανοῦ ὁ κίων· ἀνίσῳ δὲ ἡ σταφυλή. τῆσδε γὰρ ἰσχνὴ μὲν ἡ ἀπὸ τοῦ οὐρανοῦ βάσις· ἐς δὲ τὸ ἄκρον στρογγύλη καὶ παχεῖα, ξὺν ἐρυθήμα τι, ἢ πελιδνώσι· τῇδε καὶ σταφυλὴν ἐπίκλησιν ἔσχηκε τὸ πάθος. τοῖσι ὦν χρὴ ὠκέως ἀρήγειν. ὤκιστος γὰρ ὁ ἀπὸ πνιγὸς ὄλεθρος. Ἢν μὲν ὦν νεηνίαι οἱ πεπονθότες ἐώσι, τάμνειν τὴν ἐπ ἀγκῶνι φλέβα, ἠδ ἀθρόον κενοῦν μέζονι τῇ τομῇ. ὡς γὰρ ἀπ ἀγχόνης ἀπέλυσε τῆς πνιγὸς ἡ τοιήδε ἀφαίρεσις· δεῖ δὲ ὑποκλύζειν κλυσμῷ πρηέϊ, ἔπειτα δὲ δριμέϊ ἄλλοτε καὶ ἄλλοτε, ἔς τ ἂν ἑλκύσῃ τι ἄνωθεν ἐς μετάστασιν . περικεέσθωσαν δὲ καὶ δεσμοὶ σφίγγοντες ἄκροισι τοῖσι σκέλεσι ὑπὲρ σφυρὰ καὶ γούνατα καὶ ὕπερθεν καρπῶν καὶ πήχεων ἐς βραχίον ας. εἰ δέ τι ἡ πνὶξ ἐπισπέρχοι, σικύην ἐπὶ τὸ ἰνίον, ἠδὲ ἐς τὸν θώρηκα προσβάλλειν, καὶ τουτέων ἐντάμνειν τινὰ· πρήσσειν τε ἅπαντα, ὁκόσα μοι ἐν τῇ συνάγχῃ λέλεκται. ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος· ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι · περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, Ῥοὸς χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, ἢ Λημνίη, ἢ Σινῶπις, ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἐῄ, κόμμι καὶ ἄμυλον δευθέντα Ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου. ἀνέχεται γὰρ τῶνδε τῶν δριμέων ὁ κίων. ἢν δὲ ἔμπυος ὅδε ὁ χῶρος γένηται, μετεξετέροισι ἠδὲ τὰ τῆς ὑπερώης ὀστέα ἐφθάρη, καὶ ἐς μακρὸν φθίνοντες τὸν βίον ἐτελεύτησαν. τῶνδε μέντοι τὰ ἄκεα ἑτέρωθι λελέξεται. Πῆ μὲν ξυνὴ καὶ τῶνδε πρὸς τἄλλα πάθεα τὰ ἐν τοῖσι παρισθμίοισι ἰητρειη, πῆ δὲ ἰδίη. ἐπὶ φλεγμασίῃ καὶ ἀγχόνῃ, κλυσμοὶ, φλεβοτομίη , τέγξιες, ἐπιπλάσιες, πυρίη, διάδεσμοι, σικύη, πάντα τωὐτά. χρίσιες δὲ φαρμάκων δυνατωτέρων· οὐ γὰρ ἀτρεμέει τὰ ἕλκεα, οὐδὲ ἐσχάραι γίγνονται ἐπιπολῆς· ἀλλὰ κἢν ἰχὼρ ἀπὸ τουτέων εἴσω στάξῃ, ὤκιστα μὲν ἑλκοῦται τὰ μέρη, κἢν ἀσινέα ᾖ· ὤκιστα δὲ εἰς τὸ εἴσω νέμεται καὶ κτείνει. πυρὶ μὲν ὦν καίειν τὸ πάθος ἀρωγὸν, ἀλλ ἀξύνετον διὰ τὸν ἰσθμόν· φαρμάκοισι δὲ πυρὶ ἰκέλοισι χρέεσθαι ἔς τε τὴν ἐπίσχεσι ν τῆς νεμήσιος, ἀτὰρ ἠδὲ ἐς τὴν τῶν ἐσχαρέων ἔκπτωσιν. ἔστι δὲ στυπτηρίη ξὺν μέλιτι, κηκὶς, βαλαύστιον , ξηρὰ, ἢ ξὺν μελικρή τῳ. τοῖσι δὲ αὐτοῖς καὶ ἐμφυσῆν καλάμῳ, ἢ πτίλῳ, ἢ καυλῷ παχέϊ καὶ ἐπιμήκεϊ, ὡς τῶν ἑλκέων θιγγάνειν τὰ φάρμακα. ἄριστον δὲ καὶ χαλκῖτις ὀπτὴ ξὺν καδμίῃ λείῃ ξὺν ὄξεϊ· ἔστω δὲ μοίρης διπλάσιον τῆς καδμίης, καὶ Ῥήου ἡ Ῥίζα ξύν τινι ὑγρῷ. φυλάσσεσθαι δὲ χρὴ τῶνδε τὰς ἐπιθλίψιας · ὑγραίνει γὰρ τὰ ἕλκεα καὶ ἐπὶ μᾶλλον νέμεται. χρὴ ὦν πτερῷ τὰ ξηρὰ καταπάσσειν· τὰ δὲ ὑγρὰ ὑγρότατα ποιέοντα ἐς τὸν γαργαρεῶνα ἐγχέειν. ἢν δὲ αἱ ἐσχάραι ἤδη τε ἀπολύωνται, τὰ δὲ ἕλκεα ἐρυθρὰ γίγνηται, κίνδυνος τότε μάλιστα σπασμοῦ. ἐπιξηραίνε ται γὰρ ὡς ἐπίπαν τὰ ἕλκεα, καὶ τοῖσι δὲ τὰ νεῦρα ξυντείνετα ι. χρὴ ὦν γάλακτι ξὺν ἀμύλῳ καὶ χυλῷ πτισάνης, ἢ τράγου, ἢ λίνου σπέρματι, ἢ τήλιος μαλθάσσειν καὶ ὑγραίνειν. μετεξετέροισι δὲ καὶ ἡ κιονὶς διεβρώθη μέχρις ὀστέου τοῦ τῆς ὑπερώης, καὶ τὰ παρίσθμια ἄχρι βάσιος καὶ ἐπιγλωττίδος, καὶ ἐπὶ τῇ ὠτειλῇ καταπίνειν οὔτε στερεὸν, οὔτε ὑγρὸν ἠδύναντο, ἀλλὰ καὶ τὸ ποτὸν ἀνακοπτόμενον ἀπέπνιγέ κοτε τὸν ἄνθρωπον λιμῷ. Οὐκ ἀμβολῆς καιρὸς ἐν πλευριτικοῖσι, οὐδ ὑπερθέσιος μεγάλης ἰητρείης· ὅ τε γὰρ πυρετὸς, κάτοξυς ἐὼν, ἐς ὄλεθρον ὁρμᾷ· ἥ τε ὀδύνη τοῦ ὑπεζωκότος ξυνεπείγει ἐπὶ τὸ κάκιον· ἀτὰρ καὶ βῆχες κλονέουσαι τὸν θώρηκα καὶ τὴν κεφαλὴν ὑπολύουσι τὰς δυνάμιας . μάλιστα μὲν ὦν αὐτῆμαρ φλέβα τάμνειν · ἢν δὲ ἀπὸ πλήσιος σίτων καὶ ποτῶν ἐῄ, ἐπ ἀσιτίης μίην ἡμέρην φυλάξαντα, ἀφαιρέειν ἀπ ἀγκῶνος τῆς ἐν τῷ κοίλῳ φλεβὸς, τοῦ κατ ἴξιν τῇσι ἑτέρῃσι πλευρῇσι· κρέσσον γὰρ ἀπωτάτω ἄγειν. τὸ δὲ πλῆθος μὴ μέχρι λειποθυμίης· περιπνευμονίην γὰρ ἐπιφοιτῆσαι κίνδυνος, ἢν τὸ σῶμα ἐπιψυχθὲν τὴν ψυχὴν ἐκλείπῃ. εἴσω γὰρ τὰ ὑγρὰ ξυνθέει, τῆς ἐκτὸς ἀφαιρεθέντα θέρμης τε καὶ τάσιος. πνεύμων δὲ μανός τε καὶ θερμὸς, καὶ ἐς ὁλκὴν δυνατώτατος. πλευρῶν δὲ γειτόνημα, πνεύμων , καὶ κοινωνὸς ἀλγέων· ἀτὰρ καὶ αἱ τοῦδε διαδέξιες οὐ μάλα περιγίγνονται. περιεστηκυῖα δὲ πλευρῖτις ἀπὸ περιπνευμονίης, εὐηθέστερον γάρ. χρὴ ὦν ἐπὶ ξυμμέτρῳ τῇ Ῥοῇ τοῦ αἵματος μεσηγὺ τὸν ἄνθρωπον ξυλλέξαντα αὖθις ἀφαιρέειν· εἰ μὲν εὖ ἔχοι, αὐτῆμαρ, τῆς ἐπανέσιος μακρῆς γιγνομένης · ἢν δὲ μὴ, τῆς ὑστέρης · ἢν δὲ μηδὲ ὁ πυρετὸς ἐνδιδῷ·-- τὰ πολλὰ γὰρ μίην ἡμέρην ὁ πυρετὸς ἴσχει τε καὶ αὔξει. --τῇ τρίτῃ ἐν τῇ δευτέρῃ ἐπανέσι ἀφαιρέειν, τῇπερ καὶ τὰ προσάρματα δοτέον, λιπαρῶς μὲν χρίσαντα ὅλον τὸν ἄνθρωπον · ἐπὶ δὲ τῇ πλευρῇ καὶ ἔλαιον θέντα μαλθακὸν ξὺν ἀλείφατι θερμῷ πηγάνου ἢ ἀνήθου ἀφεψήματος · καταιον εῖν δὲ τὸ πλευρὸν εὖ μάλα προσηνέως. μετεξετέροισι δὲ καὶ τὸ ἄλγημα καὶ ἡ φλεγμασίη ἔξω ὤκειλε, ὡς δοκέειν τῶν τῇδε τὸ πάθος εἶναι· τὸ δέ ἐστι τῶν ἔνδον αὔξησις. Τροφῆς δὲ νῦν, ὡς ἀμφὶ πάσης ἰητρείης ἔστω λόγος, ὡς μηδὲν ἐς ἁμαρτωλὴν εἰή. ἐν τροφῇ γὰρ κείσεται τὰ φάρμακα, ἀτὰρ καὶ τὰ φάρμακα ἐν τροφῇ. γένεϊ μὲν ὦν θερμὴ καὶ ὑγρὴ, ἠδὲ λείη καὶ ὁμαλὴ, σμηγματώδης, διαλυτικὴ, λῦσαι, λεπτῦναι φλέγμα δυναμένη. σιτίων μὲν ὦν ἁπάντων πτισάνη προκεκρίσθω· ἐν ἀρχῇ μὲν εἰς χυλὸν διηθημένη, ὡς τὸ στερεὸν αὐτέης διακεκρίσθαι, ξὺν μέλιτι πεποιημένη μοῦνον. πτισάνης δὲ τὰ ξυνήθεα ἐς ἡδονὴν καὶ ποικιλίην φάρμακα ἀπέστω, νῦν γὰρ ἀρκεῖ ὁ χυλὸς μοῦνος· ἱκανὴ μὲν ὑγρῆναι καὶ θερμῆνα ι, δυνατὴ δὲ λῦσαι φλέγμα καὶ σμῆξαι· ἄνω δὲ ἀνάγειν μὲν ἀπόνως ὁκόσα ἀνάγεσθαι χρή· ὑπάγειν δὲ Ῥηϊδίως τὴν κοιλίην. προσηνὲς δὲ τὸ λεῖον αὐτῆς καὶ ἐς κατάποσιν εὔκολον. ἀτὰρ καὶ τὸ γλίσχρασμα θερμασίας πρηο¨´νει, ὑμένας καθαίρει, πεπαίνει βῆχας, πάντα μαλθάσσει. αἵδε κριθῆς ἐάσι ἀρεταί· δευτέρην δὲ χώρην ἔχουσι οἱ χόνδροι, ὀλίγοισί τισι τῆς πτισάνης ἀγαθοῖσι καὶ αὐτοὶ ἄριστοι ἐόντες. τὸ γλίσχρασμα γὰρ, τὸ λεῖον, τὸ προσηνὲς ἐς κατάποσιν, ξυνόν· τὰ δ ἄλλα πάντα μείους· πεποιήσθωσαν δὲ καὶ οἵδε ἁπλοῖ ξὺν μέλιτι μοῦνον. ἀγαθοὶ δὲ καὶ τράγοι. κακίων δὲ ἐπ αὐτῶν ὄρυζα ξηρῆναι, τρηχῆνα ι, ἐπίσχεῖν κάθαρσιν πλευρῶν μᾶλλον ἢ οὐρῆσαι · ἄριστος δὲ καὶ ἄρτος ξηρὸς κοπεὶς, κρησέρῃ σεσησμένος , εὔκρητος, εὔπεπτος, ξὺν μελικρήτῳ διαρκὴς τροφή. ἢν δὲ ἤδη μὲν προήκῃ ἡ νοῦσος, πρὸς δὲ τὰ σιτία ἀπηυδήκῃ ὥνθρωπος, πτισάνη μὲν ἐκ κριθῆς διδόσθω λείη, κάθεφθος· ἄνηθον δὲ ἔστω καὶ ἅλες πτισάνης τὰ ὄψα· καὶ ἔλαιον λεπτὸν, ἄποιον, ἄγλισχρον, ἀτρήχυντον · κρέσσον δὲ ξὺν τῇ πτισάνῃ, ὡς μὴ πολλὸν τοῦ ἐλαίου ἑψεῖν. καὶ γὰρ πῖον ἴσχει τὸ Ῥόφημα, καὶ τὴν κακίην τὸ ἔλαιον ὄλλυσι. οὐδὲ γὰρ ἐμφανὲς ἔτι γίγνεται τῇ πολλῇ ἑψήσι εἰς τὸν χυλὸν ἀναποθέν. ἔστω δὲ καὶ πράσον ξὺν τῇ κόμῃ καὶ ἀμύγδαλα πικρὰ ξὺν τῷ χυλῷ ἑψόμενα. εὔπνοόν τε γὰρ καὶ φαρμακῶδες ὑπὸ τῶνδε γίγνεται, καὶ τὰ πράσα βρωθῆναι ὑπὸ τοῦ χυλοῦ, ὀνησιφόρα καὶ ἥδιστα. ἤδη δὲ καὶ ὠῶν καιρὸς εὐχύλων · ἢν δὲ ὑγρὴ καὶ πολλὴ ἀναγωγὴ ἐῄ, θείου τοῦ ἀπύρου ἐμπασσέσθω καὶ νίτρου. ἄριστον δὲ τῶν ἀρτιτόκων ὠῶν δοθῆναι ἐκ πυρὸς ἀπύρων. ἀπὸ γὰρ τῆς μητρὸς ἡ θέρμη, ὑγροτέρη μὲν πυρὸς, οἰκειοτέρη δὲ τῷ νοσέοντι, ὅκως ἐκ ζῳού ζῳῴ. ἢν δὲ φλέγμα κολλῶδες ἐῄ καὶ γλίσχρον, ἐς τὰ ὠὰ ἔλαιον ἔγχέειν καὶ Ῥητίνης τῆς ξηρῆς τῆς ἀπὸ πίτυος ἐμπάσσειν, ὅκως τὸ θεῖον κρέσσον ἐῄ, καὶ τῆς ἀπὸ τερμίνθου δὲ τήξαντα · καὶ πέπερι ὀνηϊστὸν καὶ ἐν ὠοῖς καὶ ἐν πτισάνῃ καὶ ἅπασι τοῖσι ἐδέσμασι καὶ ὁκόσα πεπέρεϊ ξυνῳδά· κρεῶν ἀκρόποδες ἐν χυλοῖσι τακεροὶ, πέλειαι , ἀλεκτορίδες ἑφθαί· συῶν ἐγκέφαλοι, ὀπτοὶ μὲν σὺν τῷ ἐπιπλόῳ· ἄνευ δὲ τουτέου ἄκνισοι. ἢν δὲ ἄκερχνος ἐῄ, δοτέον καὶ θαλασσίων, ἢ πετραίων ὅ τι ἂν ἄριστον ἡ χώρη φέρῃ. ὡς δὲ μὴ ἁμαρτάνῃ ἐπιθυμίῃ, μηδὲ σμήχηται ἐν τῇ λεπτῇ διαίτῃ ὁ νοσέων, χαρίζεσθαι ὀπώρης, μήλων ἑφθῶν ἐν ὕδατι ἢ μελικρή τῳ, ἢ στέατι ὀπτῶν-- ἀφαιρέειν δὲ χρὴ τοῦ λέπους καὶ τῶν ἐντὸς τρηχέων ξὺν τοῖσι σπέρμασι· -- ἐφ ὡρ´ης δὲ καὶ σύκων. ἀτὰρ καὶ τῆς ἄλλης δοτέον, ὁκόσον ἂν ᾖ ἀβλαβὴς ἡ ὀπώρη, ἀλλὰ καὶ ὀνηϊστός. ἀμφὶ μὲν ὦν τροφῆς τάδε. Ἐπὶ δὲ τῷ πλευρῷ κέεσθαι χρὴ ἔρια θυμιηθέντα θείῳ, λίπαϊ δεδευμένα, ἔνθα ἄνηθον ἕψηται, ἢ πήγανον. ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν , ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος · πρὸς τοῖσι ξυνήθεσι πλάσμασι , μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης , καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης , καὶ ὑγρῆς καθάρσιος γιγνομένης , ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι · σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι. ἢν δὲ καὶ ψυχρῶν τῶν τόπων εἴσωθεν τοῖσι κάμνουσι αἴσθησις γίγνηται, ὄξος παραχέειν. χρὴ δὲ ἐνεργὸν ποιέεσθαι, ἐς πολλὸν τὴν θερμασίην τῶν ἐπιπλασμάτων διαρκέειν. κρέσσων γὰρ ἤδη καὶ ἡ θέρμη τῆς τῶν ἐπιπλασμά των νεωχμώσιος ἔστωσαν ὦν θάλψιες ἐν κυρβασίῃσι διὰ ἁλῶν, ἢ κέγχρου, ἢ λίπαος θερμοῦ ἐν κυστεσι. κοῦφον δὲ ἔστω πᾶν μηχάνημα πυρίης, ὡς μὴ τὰ ἄχθεα πρὸς τῷ πόνῳ πόνον ἐνδιδῷ. τοῖσδε μέντοι καὶ ἐπὶ τῇ τροφῇ χρέεσθαι, ἢν ξυνεπείγ ῃ τὸ ἄλγος. Ἤδη δὲ ἐπὶ τοῖσδε καὶ σικύης καιρὸς γένοιτο · ἄριστος δὲ ὁ μετὰ ἑβδόμην, πρόσθεν δὲ μὴ ξυνεπειχθείης. οὐ γὰρ εὐήθεες αἱ νοῦσοι, ὁκόσαι πρὸ ἑβδόμης ἁπαιτέου σι σικύην. ἔστω δὲ μεγάλη, εὐρεῖα πάντη, ἀμφισχε ῖν τὸ ἀλγέον χωρίον ἱκανή. οὐ γὰρ εἴσω ἐνδιδοῖ τὸ ἄλγος, ἀλλ εἰς εὖρος κέχυται. ἔστω δὲ καὶ ἡ ὑπὸ τῇ σικύῃ φλὸξ πολλὴ, ὡς μὴ μοῦνον ἑλκύσαι, ἀλλὰ καὶ ἀλεῆναι πρὸ τῆς ἀποσβέσι ος τοῦ πυρός· καὶ μετὰ τὴν ἀπόσβεσι ν ἀποσχάσα ντ α ἀφαιρέε ιν αἷμα, ὁκόσον ἂν ἡ δύναμις παρείη. πολλὸν δὲ ἔστω πλέον ἢ εἰ ἀπ ἄλλης προφάσιο ς ἀπὸ τῶν ὑποχονδρ ίω ν ἀφαιρέο ις αἷμα. ἐπιδηλοτ άτ η γὰρ ἐπὶ τῶν πλευριτι κῶ ν ἡ ἀπὸ σικύης ὠφελείη · ἅλες δὲ ἢ νίτρον ἐπὶ τοῖσι σχάσεσι, δηκτικὸν μὲν καὶ ἀλγεινὸν, ὑγιεινὸν δέ. ἀλλὰ ξυντεκμαίρεσθαι τὰς δυνάμιας καὶ τοῦ ἀνθρώπου τὸν τρόπον. ἢν γὰρ ἀλκήεις τὴν ψυχὴν καὶ καρτερὸς ἐῄ, ἐμπάσσειν τῶν ἁλῶν, μὴ αὐτοῖσι τοῖσι ἕλκεσι ὡς αὐτέων ψαύειν, τῇ δὲ ὀθόνῃ ἐπιπάσσειν δεδευμέ νῃ τῷ λίπαϊ, ἠδὲ ἐπιπετάζειν τῷ χωρίῳ. οἱ γὰρ ἐκ τῆς συντήξιος ἰχῶρες τῶν ἁλῶν εἰσι ἀδηκτότεροι. πολλὸν δὲ τοῦ λίπαος καταιονεῖν χρὴ, ὅκως τῷ προσηνέϊ τοῦδε ἀμβλύνῃ τὸ ἄλγος τῆς δήξιος. δευτέρῃ δὲ ἡμέρῃ ἄριστον τὴν σικύην προσβάλλειν, ὡς ἐκ τῶν τρωμάτων ἕλκηταί τις λεπτὸς ἰχώρ. τόδε πολλὸν μὲν τῆς ἐπίπροσθεν σικύης ἀνυσιμώτερον, πολλὸν δὲ τῆς δυνάμιος φυλακτικώτερον. οὐ γὰρ αἷμα, ἡ τροφὴ, ἀλλὰ ἰχὼρ ἐκρέει. καὶ τόδε μέντοι προευκρινήσας ἀμφὶ τῆς δυνάμιος πρήσσειν. τῇ τρίτῃ δὲ κηρωτὴν ξὺν τῷ κυπρίνῳ καὶ πηγάνῳ τιθέναι. ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν · καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων. Χρὴ δὲ μηδὲ τὴν κάτω ἰητρείην ὑπερορῆν, ἀνδράσι μὲν ἐς τὸ ἔντερον πηγάνινον ἔλαιον ἐγχέοντα, γυναιξὶ δὲ καὶ ἐς ὑστέρην · διηνεκέα δὲ τὰ πινόμενα καὶ κατάποτα ἔστω, μελίκρη τον ξὺν τῷ πηγάνῳ, καὶ χυλῷ πτισάνης, ἢν ξυνεχὲς βήσσῃ, ὡς ἐν τροφῇ φάρμακον· ἢν δὲ μὴ τροφῆς καιρὸς ἐῄ, ἔστω δή τι καὶ τῶν ποικίλων · πινέριον ξὺν μέλιτι ἑψηθὲν ἐς σύστασιν. τὰς δὲ χρὴ σφαίρας μέγεθος ὅσον κυάμου στρογγύλας οὔσας διδόναι ὑπὸ τὴν γλῶτταν ἔχειν, διαφέροντα τῇδε κἀκεῖσε, ὡς μὴ κατάποτον, ἀλλὰ τηκτὸν ἐῄ· προσηνὲς δὲ καὶ τὸ διὰ τῆς μήκωνος ξὺν μέλιτι καὶ μελιλώτῳ φάρμακον λεῖον καὶ ὑπνικόν. τάδε μέντοι καὶ πρὸ τῆς ἄρσιος, καὶ ἐπ αὐτέῃ, καὶ ἐπὶ τῷ ὕπνῳ διδόναι · ἀσίτῳ δὲ τὰ φαρμακώ δεα , κνίδης καὶ λὶνου τοῦ σπέρματος, καὶ ἀμύλου, καὶ κώνου τοῦ κοκκάλου λείου, ἑκάστου κύαθον· καὶ ἀμύγδάλων τῶν πικρῶν πέντε καὶ εἴκοσι τὸν ἀριθμόν · τόσοι δὲ καὶ πεπέριος κόκκοι. φωχθέντα δὲ χρὴ λεῖα μέλιτι ἐς ἂν ἔκλειγμα φυρῆν· τῶν δόσις μυστίλημίη· ἢν δὲ ὑγρὰ καὶ ἄπεπτα ἀνάγῃ, σμύρνης ὁλκῆς͵ δύο, κρόκου μίη, πεπέριος κόκκοι δεκαπέντε, μέλιτος φυρῆναι λίτρᾳ μίῃ. τόδε μέντοι ἤδη τὸ φάρμακον καὶ πρὸ τῆς ἄρσιος δοτέον, μυστίλης ἥμισυ. ἀγαθὸν τόδε ἐπὶ τοῖσι χρονίζουσι , εὖτε καὶ ὀξύμελι διδόναι χρὴ, ἢν δύσπνοια ξυνεπείγῃ. Ψυχρὸν δὲ ὕδωρ ὁκόσοι τῶν ἰητρῶν τοῖσι πλευριτι κοῖσι ἔδοσαν, οὔτε ὁκοίῳ λόγῳ ξυμβαλέειν ἔχω, οὔτε τῇ πείρῃ πιστώσασθαι. εἰ γάρ τινες ἀπὸ ψυχροῦ διηλλάξαντο τὸν κίνδυνον, οἵδε μοι οὐκ ἐδόκεον εἶναι πλευριτικοὶ, ἀλλὰ καὶ τοῖσι παλαιοτέροισι ἰητροῖσι ἰδέη τις ξυνδρομῆς πλευρῖτις ἐκικλήσκετο, χολῆς ἔκκρισις ἐοῦσα ξὺν πόνῳ πλευροῦ ἐπὶ σμικρῷ πυρετῷ, ἢ καὶ ἄνευ πυρετῶν. τόδε μέντοι τὸ πάθος οὔνομα μὲν πλευρίτιδος, τὸ δὲ πρῆγμα οὐκ ἴσχει· ἀλλὰ καὶ πνεῦμά κοτε, ξυνιστὰν ἐν πλευρῷ, δίψαν ἐνδιδοῖ καὶ ὀδύνην πονηρὴν, μαλθακήν τε θέρμην· καὶ τόδε ἐκάλεσαν ἄνδρες ἀΐδριες πλευρῖτιν. ἐπὶ τῶνδε ὦν ὕδωρ ψυχρὸνἄκος ἂν γίγνοιτο εὐτυχίῃ τοῦ χρεομένου· ἐσβέσθη μὲν ἂν τὸ δίψος, ἡ δὲ χολὴ καὶ τὸ πνεῦμα ὑπηλάθη, καὶ διέπνευσε τὸ ἄλγος καὶ ἡ θέρμη· ἐπὶ δὲ φλεγμασίῃ πλευροῦ, καὶ τοῦ ὑπεζωκότος πρήσι, οὐ μόνον ὕδωρ ψυχρὸν, ἀλλὰ καὶ ἀναπνοὴ ψυχρὴ κακόν. Ἦν ὦν ἐκ τῆς πρόσθεν ἰητρείης περιγίγνωνται οἱ πλευριτικοὶ, ἔτι δὲ βραχέα βήσσωσι καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἴσχῃ, σπεύδειν χρὴ διαλύειν τάδε· ἢ γὰρ ὑποστροφὰς ποιέει τὰ ἐγκαταλιμπ ανόμενα, ἢ ἐς ἐμπύησιν τρέπεται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION