호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δυοῖσι τοῖσι πρώτοισι, τροφῇ καὶ πνεύματι, τὰ ζῷα ζῆ, τουτέων δὲ πολλὸν ἐπικαιροτέρη ἡ ἀναπνοή. ἢν γὰρ ἐπίσχῃ τις ὠυτὴν, οὐκ εἰς μακρὰν διαρκέσει, ἀλλ αὐτίκα θνήσκει ὥνθρωπος. ὄργανα δὲ μυρία, ἀρχὴ μὲν Ῥῖνες, ὁδὸς ἀρτηριη, χώρη δὲ πνεύμων, θώρηξ δὲ πνεύμονος ἔρυμα καὶ δοχή· ἀλλὰ τἄλλα μὲν ὅκως ὄργανα μοῦνον διακονέεται τῷ ζῳῴ· πνεύμων δὲ καὶ τὴν αἰτίην ἴσχει τῆς ὁλκῆς. ἐνίζει γὰρ αὐτέου μέσον σπλάγχον θερμὸν ἡ καρδία, ζωῆς καὶ ἀναπνοῆς ἀρχή. ἥδε καὶ τῷ πνεύμονι τῆς ὁλκῆς τοῦ ψυχροῦ ἠέρος τὴν ποθὴν ἐνδιδοῖ · ἐκφλέγει γὰρ αὐτὸν, ἕλκει δὲ καρδίη. πρῶτον τοιγαροῦν ἢν μὲν ἡ καρδίη πάθῃ, οὐκ εἰς μακρὸν τοῦ θανάτου ἡ ἐμβολή. Ἢν δὲ πνεύμων, ἐπὶ μὲν σμικρῇ τῇ αἰτίῃ, δύσπνοια · ζώει κακῶς, θάνατος μήκιστος, ἢν μή τις ἀκέηται · ἐπὶ δὲ μεγάλῳ πάθεϊ, ὁκοῖον ἡ φλεγμον ὴ, πνιγμὸς , ἀφωνίη, ἄπνοια, ὄλεθρος αὐτίκα· ἥδε ἐστὶν ἥν καλέομεν περιπνευμονίην, φλεγμονὴ τοῦ πνεύμονος, ξὺν ὀξέϊ πυρετῷ, εὖτε ξύνεστιν αὐτέοισι βάρος τοῦ θώρηκος, ἀπονίη, ἢν μοῦνος φλεγμήνῃ ὁ πνεύμων, ἄπονος γὰρ ἡ φύσις αὐτέου· μανὸς μὲν γὰρ τὴν οὐσίην, εἰρίοισιν ἴκελος. ἀρτηρίαι δὲ διελήλανται τρηχεῖαι, χονδρώδεες , καὶ αἵδε ἄπονοι· μύες δὲ οὐδαμῆ, σμικρὰ δὲ νεῦρα, λεπτὰ, ἐς κίνησιν ἐπίκαιρα. ἥδε τῆς ἀπονίης αὐτὴ ἡ αἰτίη. ἢν δὲ καί τις τῶν ἀμφ αὐτὸν ὑμένων ἐπιφλεγμήνῃ, οἷσι πρὸς τὸν θώρηκα προσέρχεται, ξύνεστι καὶ πόνος, ἀναπνοὴ κακὴ, θερμὴ, ἀνακαθίγνυσθαι ἐθέλουσι σχῆμα ὄρθιον ἐς ἀναπνοήν. τόδε γὰρ Ῥήϊστον τῶν σχημάτων. ἐρυθροὶ τὰ πρόσωπα· ἐπὶ δὲ μᾶλλον τὰ μῆλα· τὰ λευκὰ τῶν ὀφθαλμῶν λαμυρώτατα καὶ πίονα. Ῥὶς ἄκρη σιμὴ, φλέβες ἐν κροτάφοισιν ἢ καὶ τραχήλῳ διηρμέναι, ἀποσιτίη, σφυγμοὶ τὰ πρῶτα μεγάλοι, κενοὶ, πυκνότατοι , ὁκοῖόν τι συνεληλαμένοι· θερμασίη ἡ μὲν ἐς τὸ ἔξω ἀμυδρὴ, ὑγροτέρη· ἡ δὲ ἐς τὸ ἔνδον ξηρὴ, θερμοτάτη · ἐφ ᾗ ἀναπνοὴ θερμὴ, δίψος, γλώσσης ξηρότης, ἐπιθυμίη ψυχροῦ ἠέρος, γνώμης ἀπορίη, βὴξ ξηρὰ τὰ πολλά. ἢν δέ τι ἀνάγηται, φλέγμα ἀφρῶδες, ἢ ὑπόχολον κατακορὲς, ἢ δίαιμον ἀνθηρὸν σφόδρα· τόδε ἔστι τὸ δίαιμον τῶν ἄλλων κάκιον. Ἠν δὲ ἐπὶ τὸ θανατῶδες ἐπιδιδοῖ, ἀγρυπνίη, ὕπνοι σμικροὶ, νωθροὶ, κωματώδεες , φαντασίαι ἀξύνετοι· παράληροι τὴν γνώμην, ἐκστατικοὶ οὐ μάλα. ἀγνωσίη τῶν παρεόντων κακῶν. ἢν γοῦν ἐπανείρῃ περὶ τῆς νούσου, οὐδὲν ὁμολογέουσι δεινόν· ἄκρεα ψυχρὰ, ὄνυχες πελιδνοὶ, γρυποί· σφυγμοὶ μικροὶ, πυκνότατοι , ἐκλείποντες, εὖτε ἀγχοῦ τουτέου ὄλεθρος. ἑβδομαῖοι γὰρ τὸ πλέον θνήσκουσιν . Ἢν δέ κοτε ἐπαναφέρῃ ἡ νοῦσος, καί τι ἐς ἀγαθὸν τρέπηται, αἱμορραγίη λάβρως ἐκ Ῥινῶν, κοιλίης ἐκτάραξις πολλῶν χολωδέων, ἐπάφρων , οἱᾶ δοκέειν ἀπὸ πνεύμονος εἰς τὴν νειαιρὴν γαστέρα ἐξεῶσθαι, ἢν ἀγάγῃ πολλὸν ὑγρότερον Ῥηϊδίως. ἔστι δὲ ὅτε καὶ ἐς οὖρα ἐτράπετο. ὁκόσοισι δὲ πάντα ὁμοῦ ξυμπίπτει, οἵδε ὀξύτατοι Ῥηΐζουσι. Μετεξετέροισι δὲ πῦον πολλὸν γίγνεται ἐν πνεύμονι, ἢ μετάστασις ἀπὸ τοῦ πλευρέου, ἢν μέζον τὸ ἀγαθὸν ὑπογίγνηται. κἢν μὲν ἐς ἔντερον ἢ κύστιν τὸ ἀπὸ τῆς πλευρῆς παρωχετεύθῃ πῦον, ἐς μὲν τὸ παραυτίκα ἐρήϊσαν ἀπὸ τῆς περιπνευμονίης· ἕλκος δὲ μακροχρόνιον ἴσχουσιν ἐν πλευρῇ, ἀλλὰ περιγίγνονται. ἢν δὲ ἐς τὸν πνεύμονα ὁρμήσῃ τὸ πῦον, εἰσὶν οἳ ἀπεπνίγησαν καὶ ἀθρόῃ ἐκχύσι, καὶ ἀναγωγῆς ἀπορίῃ. ὁκόσοι δὲ διαδιδράσκουσι τὴν ἐκ τῆς ἀπορρήξεως πνίγα, ἕλκος οἵδε πολλὸν ἴσχουσι ἐν πνεύμονι, καὶ ἐς φθόην μεθίστανται· καὶ ἀπὸ μὲν τῆς ἀποστάσιος καὶ τῆς φθόης γέροντες οὐ πάνυ τοι περιγίγνον ται· ἀπὸ δὲ τῆς περιπνευμονίης νέοι καὶ ἀκμάζοντες. Αἵματος φορῆς τῆς διὰ στόματος ἰδέαι δύο· ἡ μὲν διὰ στόματος ἀπὸ κεφαλῆς καὶ τῶν τῇδε ἀγγείων · ὁδὸς δὲ ὑπερώη, φαρύγγεθρον, ἔνθα καὶ ἀρχαὶ στομάχου καὶ ἀρτηρίης. ἀναχρέμψισι δὲ καὶ βηχὶ σμικρῇ καὶ προχειροτέρῃ ἐς τὸ στόμα ἀπερεύγονται τὸ αἷμα· ὡς τῇ γε ἀπὸ στόματος, οὐδὲ ἀνάχρεμψις παρομαρτεῖ · ἔμπτυσις ἥδε καλέεται· ἐπὶ δὲ μᾶλλον, ἢν βραχέη ἡ φορὴ τοῦ αἵματος, καὶ στάγδην καὶ ἀθρόον ἀπὸ τῆς κεφαλῆς, ἢ ἀπὸ τοῦ στόματος ἐῄ, οὔ κοτε ἀναγωγὴ καλέεται, ἀλλ ἢ τὸ αὐτὸ, ἢ πτύσις, ἢ αἱμορραγίη. Ἢν δὲ νέρθεν ἀνίῃ ἀπὸ θώρηκος καὶ τῶν τῇδε σπλάγχνων, πνεύμονος, τρηχείη ς ἀρτηρίης, τῶν παρὰ τὴν Ῥάχιν, ἡ ἀπὸ τουτέων φορὴ οὐ πτύσις, ἀλλ ἀναγωγὴ καλέεται, τῆς ἄνω ἴξιος τῆς ὁδοῦ τοὔνομα ἔχουσα. Σημεῖα δ ἀμφοῖν τὰ μὲν ξυνὰ σμικρὰ καὶ παῦρα, ὁκόσον καὶ τὸ χωρίον, ἔνθα καὶ ἀναγωγῆς καὶ πτύσιος ἡ ξυναγωγή· τὰ δὲ ἑκάστης ἴδια μεγάλα καὶ πολλὰ καὶ ἐπίκαιρα, οἷσιν ἑκατέρην Ῥηΐδιον διαγνῶναι. ἢν οὖν ἀπὸ κεφαλῆς ἐῄ, ἐπὶ μὲν πολλῷ τῷ αἵματι μέζω καὶ πλέω τὰ παρεόντα, σμικρὰ δὲ ἐν ὀλίγῃ καὶ σμικρῇ τῇ πτύσι· βάρος αὐτέοισι, πόνος, ὤτων ἦχοι, ἐρύθημα προσώπου, φλεβῶν διαστάσιες , σκοτόδινος · καὶ πρὸ τούτων δὲ ἡ αἰτίη εὔσημος, πληγὴ, ψύξιες, ἐγκαύσιες, οἰνοφλυγίη · ἥδε γὰρ ἀθρόον πίμπλησι τὴν κεφαλὴν, ἀθρόον καὶ ἐκχέει ἐκραγέντος ἀγγείου · ἐπὶ δὲ σμικρῇ μέθῃ πτύσιες ἐξ ἀραιώσι ος. ἴσχεταί ποτε διὰ Ῥινῶν αἱμορραγίη ξυνήθης · εἰς ὑπερώην δὲ τρεπομένη ἀναγωγῆς φαντασίην παρέχει. ἢν οὖν ἀπὸ κεφαλῆς ἐῄ, γαργαλισμὸς ὑπερώης, ἀνάχρεμψις πυκνὴ, καὶ ἐπὶ τῇδε ἡ πτύσις βύζεται · θυμὸς ἐγγίγνεται , καὶ εὖ μάλα βήσσουσι. ἢν δὲ ἐς τὴν ἀρτηρίην ἀπὸ τῆς ὑπερώης ἐσρυῇ, τότε βήσσοντες ἀνάγουσι· καὶ ἥδε ἐστὶ ἡ ἀπάτη τοῖσι ἡγευμένοισι ἀπὸ σπλάγχνων τῶν κάτωθεν ἀνάγεσθαι. ἐσρέει δὲ καὶ ἐς τὸν στόμαχον ἀπὸ τῆς κεφαλῆς, εὖτε ξὺν ναυτίῃ ἐμέουσι · ἔστι δὲ καὶ ἥδε ἀπάτη, ὡς ἀπὸ στομάχου φέρεσθαι δοκέειν. ἢν δὲ τὸ ἀπὸ τῆς πτύσιος αἷμα, παχὺ μὲν οὐ κάρτα, χροιῇ δὲ μέλαν, λεῖον, ὁμαλὸν, ἀμιγὲς ἑτέρης οὐσίης. χρεμπτομένοισι γὰρ εὐθὺς ἐπὶ τὴν γλῶσσαν ἔρχεται στρογγύλον , Ῥηϊδίως ἀπολυόμενον· ἢν δὲ καὶ τὴν ὑπερώην καθορέῃς, δασυτέρην καὶ ἑλκώδεα ὄψεαι, καὶ τὰ πολλὰ ὕφαιμον · ἰητρίη δὲ ἀρκέσει ἁπλῆ, σμικρὴ, στύμματα μὲν ἐς τὴν ὑπερώην, καὶ τάδε ψυχρά. ἐπὶ γὰρ τοῖσι θερμαίνουσι καὶ τοῖσι ἀραιοῦσι καὶ εὐρύνουσι ἡ φορὴ μέζων· καὶ τόδε τὸ τέκμαρτῆς ἀπὸ τῆς κεφαλῆς πτύσιος· ἐς δὲ τὴν κεφαλὴν κενώσιες ἢ διὰ φλεβῶν ,ἢ διὰ Ῥινέων, ἢ δι ἑτέρης διαπνοῆς. καὶ τάδε χρὴ ταχέως δρῆν, ἢν γὰρ τὸ αἷμα ἐπὶ πολλὸν χρόνον ἰῄ, μελέτη μὲν ἐγγίνεται τῇ φορῇ· ἔθος δὲ τοῖσι τῇδε χωρίοισι ἐς ὑπόδεξιν τοῦ αἵματος · ἑλκοῦται δὲ καὶ ἀρτηρία, καὶ βήσσουσι ἀντὶ τῆς χρέμψιος. τοὐντεῦθεν δὲ φθορῆς γίγνεται ἡ ἀρχή. Ἡ δὲ ἀπὸ θώρηκος καὶ τῶν νέρθεν σπλάγχνων αἵματος φορὴ ἀναγωγὴ καλέεται· ἔστι δὲ κάρτα μὲν ὀλεθρίη, ἢν ἀπό του τῶν ἐπικαίρων ἐκραγέν των ἐῄ, ἢ κοίλης φλεβὸς τῆς ἐν καρδίῃ ἀπὸ τοῦ ἥπατος διακονευμένης τὸ αἷμα, ἢ τῆς τῇ Ῥάχι παρατετα μένης παχείης ἀρτηρίης. αἱμορραγίῃ γὰρ ὅκωσπερ ἐν σφαγῇ καὶ δυσπνοῇ ὤκιστος ὄλεθρος · οἷσι δὲ ἀπὸ πνεύμονος, ἢ πλευρῆς, ἢ ἀρτηρίης τῆς τρηχείης, ἧσσον μὲν ὀξέως θνήσκουσι, οὐχ ἥκιστα δὲ ἔμπυαι καὶ φθίσιες γίγνονται. τουτέων δὲ ἀσθενεστέρη ἡ ἀπὸ τῆς τρηχείης ἀρτηρίης· ἢν δὲ ἀπὸ στομάχου ἢ κοιλίης ἐμέηται, οὔτε κάρτα ὀλεθρίως ἴσχουσι, κἢν πάνυ πολλὴ αἱμορραγίη ἐῄ, οὔτε ἡ ἄλθεξις μακρὴ καὶ ποικίλη· ἢν δὲ ἀπὸ ἥπατος καὶ σπληνὸς, οὐ Ῥηϊδίη μὲν, οὐδὲ ξυνεχής · ἐς γὰρ τὴν κοιλίην καὶ ἔντερα τουτέων ἡ ἀπόκρισις ἑτοιμοτέρη . οὐ μὴν οὐδὲ ἡ ἄνωθεν διὰ πνεύμονος καὶ ἀρτηρίης, ἀδύνατος, ἢ ἄπιστος. καὶ γὰρ ἐν πυρετοῖς ἀπὸ σπληνὸς καὶ ἥπατος διὰ Ῥινῶν αἱμορρα γέουσι, κατ ἴξιν τοῦ σπλάγχνου τοῦ μυκτῆρος Ῥέοντος. τόποι μὲν οὖν ἀφ ὧνπερ ἡ ἀγωγὴ οἵδε· καὶ ἡ ἐς κίνδυνον ἢ ὄλεθρον διαφορή. Οἱ δὲ τρόποι τρεῖς ἐάσι· ἢ γὰρ ἀπὸ Ῥήξιος ἀγγείου, ἢ διαβρώσιος , ἢ ἀραιώσιος ἀνάγεται. Ῥήγνυται μὲν οὖν ἐξαπιναίως, ἢ πληγῇ, ἢ ἐντάσι ἄχθεος, ἢ ἀνωθήσει, ἢ ἀπὸ ὕψους ἅλματι, ἢ καὶ βοῇ, καὶ ὀργῇ μεγάλῃ, ἤ τεῳ ἄλλῃ ὁμοίῃ αἰτίῃ, εὖτε αὐτίκα ἐπὶ τῇ ἀρτηρίᾳ λάβρως τὸ αἷμα ἐκχέεται· ἢν δὲ ἀπὸ βρώσιος, χρὴ ἐπανερωτῆν, εἴ κοτε πρόσθεν ἔβηξε ὥνθρωπος, ἢ δύσπνους γέγονε, ἢ ναυτίη, ἢ ἔμετος ἦγχε πάρος. ἐκ γὰρ τοιῶνδε πολυχρονίων διεσθίεται τὰ ἀγγεῖα Ῥεύματι ξυνεχέϊ καὶ πολλῷ καὶ δριμέϊ. ἐπὴν οὖν πολλὸν ξυντακέντα καὶ λεπτυνθέντα ἐς τέλος ἀπαναλωθῇ τὰ ἀμπέχοντα ὑμένια, τὸ αἷμα ἐκχέει· ἡ δὲ ἐξ ἀραιώσι ος ἀρραγὴς μὲν, διὰ τόδε οὔτε πολλὴ, οὔτε ἀθρόη, οὔτε παχέος αἵματος · ἀραιώσι δὲ τῶν ἀγγείων τὸ λεπτὸν ἀποτιθέεται· ἢν δὲ πολλὸν αὐλισθὲν ἐν κοίλῃ χώρῃ αὖθις ἀνάγηται, παχύτερον μὲν ἑωυτοῦ γίγνεται , οὐ μὴν παχὺ κάρτα, οὐδὲ μέλαν, ὁκοῖον αἱμάλωψ · πλεῖον δὲ τῷ πλήθεϊ, ὡς ἀπὸ ἀθροίσιος, εὐθὺς ἀναφέροιτο . τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται · κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή · μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ. Διαφορὴ τῆς ἀναγωγῆς, καὶ εἰ ἐξ ἀρτηρίης, ἢ φλεβὸς ἀνάγοιτο. μέλαν μὲν γὰρ καὶ παχὺ καὶ Ῥηϊδίως πηγνύμενον, ἢν ἀπὸ φλεβὸς, καὶ ἧσσον ἐς κίνδυνον Ῥέπει, καὶ ἐπίσχεται θᾶσσον. ἢν δὲ ἀπ ἀρτηρίης, ξανθὸν καὶ λεπτὸν, καὶ οὐ μάλα πήγνυται, καὶ ὁ κίνδυνος ὠκύτερος, καὶ ἡ ἐπίσχεσις οὐ μάλα Ῥηϊδίη. αἱ γὰρ διασφύξιες τῆς ἀρτηρίης αἱμορραγίης πρόκλησιν ποιέονται, καὶ τὸ τρῶμα οὐ συμφύει τῇ πολυκινησίῃ . Ἄλθεξις δὲ, ἢν μὲν ἀπὸ διαβρώσιος μακρὴ, καὶ οὐ Ῥηϊδίη, καὶ σφαλερή · ὑπὸ γὰρ ἐλλείψεως ἐς σύμφυσιν τὸ ἕλκος οὐκ ἀφικνέεται · ἕλκος γὰρ, οὐ τρῶμα γίγνεται· ἐπὶ δὲ τῇσι Ῥήξισι ἡ σύμφυσις ἑτοιμοτέρη . ψαύει γὰρ ἀλλήλων τοῦ τρώματος τὰ χείλεα· ἔστι ἥδε ὦν ἡ διαφορὴ δευτέρη ἐς κίνδυνον. ἀσινεστάτη δὲ ἡ ἐπὶ τῇσι ἀραιώσισι· ἴσχεται γὰρ αὐτομάτως, καὶ ἰητρίη στύψις καὶ ἔκψυξις ἱκανή. Σημαντέ οι δὲ καὶ οἱ τόποι, ἀφ ὧνπερ ἀνάγεται . ξυνὰ γὰρ πολλὰ σημεῖα, καὶ ἡ ἀπάτη Ῥηϊδίη, καὶ ἰητρίη ἑτέρη. ἀπὸ στομάχου μὲν οὖν οὔτε λίην ἐξ ἀραιώσιος ἀνάγεται· ἡ γὰρ τῶν βρωμάτων τε καὶ τῶν πομάτων ψύξις τε καὶ στύψις ἐς πύκνωσιν ἄγει τὰ μέρεα· ἀτὰρ οὐδὲ διαβρώσιες ξυνεχέες εἰσὶ, καί τοι μᾶλλον τῆς προτέρης · τὰ γὰρ ἀναδάκνοντα τῶν Ῥευμάτων οὐ προσίσχεται πολλὸν χρόνον, ἀλλ ἤ ἀπεπτύσθη , ἢ διηλάθη κάτω. συνηθεστέρη δὲ στομάχῳ ἐστὶν ἡ Ῥῆξις. εἰ οὖν ἀπορραγῇ κοτε, αἱμορραγίαι οὐ κάρτα μεγάλαι, ὁκοῖαι ἀπὸ θώρηκος. ἰσχνὰ γὰρ τῇδε τὰ φλεβία, σμικραὶ δὲ καὶ ἀρτηρίαι· ἰδέῃ δὲ τὸ αἷμα οὐ κάρτα μέλαν, ἢ ὑπόξανθον οὐ κατακορέως , λεῖον, ἢ σιάλοισι μεμιγμένον , ξὺν ναυτίῃ καὶ ἐμέτῳ ἀναφερόμενον. βὴξ μικρὴ, ἄλλοτε μὲν ξύν τῳ, ἄλλοτε δὲ μούνη ἄνευθεν ἀναγωγῆς· ξυνταλαιπωρέει γὰρ ἡ ἀρτηρίη τῷ στομάχῳ, παρατεταμένη καὶ ξυνημμένη· δῆξις, ἢ στύψις τοῦ ἕλκεος ἐπὶ τοῖσι καταπινομένοισι· πολλὸν δὲ μᾶλλον, ἢν ψυχρὰ κάρτα ἢ θερμὰ ἢ στρυφνὰ ἐῄ· ἐγγίγνεται δὲ καὶ πόνος τοῦ στομάχου, μετεξετέροισι δὲ μέσφι μεταφρένου · ἔμετοι φλεγματώδεες· ἐπαναφέρουσι δέ κοτε, ἐπὴν ἐς μῆκος ἡ νοῦσος ἐπιταθῇ, καὶ μέζων ἐῄ ἀποσιτίη, τουτέων πλῆθος πολύ· πυρετοὶ οὐ μάλα ξυνεχέες, ἀλλὰ Ῥεμβώδεες. Ἀπὸ δὲ κοιλίης ἀνάγοιτο μέλαν καὶ πηγνύμενον, κἢν ἀπὸ ἀρτηρίης ᾖ· ἢν δὲ ἀπὸφλεβὸς, πολλόν τι μελάντερον , πολλὸν δὲ καὶ παγετώτερον· ναυτίη πολλὴ καὶ ἔμετος φλεγμάτων καὶ χολωδέων , τοῖσι σιτίοισι συμμιγνύμενον τὸ αἷμα, ἢν προβεβρώκῃ ὥνθρωπος · ἐν γὰρ τῇ αὐτῇ χώρῃ ἄμφω ἅμα ἀλίζεται καὶ ἡ τροφὴ καὶ τὸ αἷμα. ἐξερεύξιες πολλαὶ, βρωμώδεες · κἢν μὲν πολλὴ ξυλλεγῇ, ἀπορίη, σκοτόδινος · ἢν δὲ ἐμεθῇ τάδε, Ῥηΐζουσι. ἔκλυτοι, καυσώδεες τὸ σύμπαν, πόνος ξυνεχὴς τῆς κοιλίης. Ἀπὸ δὲ τῆς τρηχείης ἀρτηρίης μικρὸν καὶ σφόδρα ξανθὸν τὸ αἷμα καὶ ξὺν βηχὶ ἀνάγουσι· κἢν μὴ ἀνάγωσι δὲ, διηνεκέως βήσσους ι· αἴσθησις δὲ καὶ πόνου, ἔνθα ὁ βρόγχος, ἢ μικρόν τι νέρθεν ἢ ὕπερθεν· φωνὴν βραγχώδεες , ἀσαφέες· Ἢν δὲ ἀπὸ πνεύμονος ᾖ, ἀθρόως ἡ ἀναγωγὴ, ἐπὶ δὲ μᾶλλον, εἰ ἐκ διαβρώσιος , ξὺν βηχὶ πολλῇ ξανθὸν κατακορέως , ἀφρῶδες, στρογγύλον , ὡς ἄλλην ἀπ ἄλλης ἀναγωγὴν διακεκρίσθαι· ἀλλὰ καὶ ἡ ἐν ξυνῷ ἀγγείῳ φορὴτῶν τοῦ θώρηκος ἀναγομένων ἄλλη· καὶ διαστήσαις ἂν τὰ ξυμμεμιγμένα ἐκ παραθέσιος, ὡς ὄντα μέρεα θώρηκος · τὴς τὰ δὲ ἰδέην σαρκοει δέα δοκοίης ἂν πλεύμονος ἔμμεναι μέρεα. θώρηκος βάρος, ἀπονίη, ἐρύθημα προσώπου πολλόν τι μᾶλλον τουτέοισι. Ἢν δὲ ἀπὸ θώρηκος ἐπανίῃ, ἐς τὸ πρόσθεν κατὰ τὸ στέρνον πόνος διασημαίνει τοῦ ἐρρωγότος μέρεος. βὴξ σύντονος καὶ μόλις ἀνάγουσα. τὸ δὲ αἷμα ξανθὸν οὐ κάρτα, μέσως παχὺ, ἄναφρον. ἢν δὲ καὶ πνεύμων ἐκ τῆς παρόδου ξυμπαθήσῃ , προσδιδοῖ τοῦ ἀφρώδεος· ὁδὸς γὰρ θώρηκος ἐς ἀρτηρίην πνεύμων. Ἢν δὲ ἀπὸ πλευρῆς, ξὺν βηχὶ μὲν, μέλαν δὲ καὶ λεῖον, κάκοδμον, βρωμῶδες, ὁκοῖον τῆς σηπεδόνος, πόνος τῆς πλευρῆς ὀξύς. πολλοὶ γοῦν θνήσκουσι πλευριτικὸν τρόπον ξὺν πυρετῷ. Ὥρη δὲ φέρει ὑγρὴ καὶ θερμή. τοιόνδε τὸ ὑγρὸν καὶ θερμὸν ἐάρ. δεύτερον τὸ θέρος· μετόπωρον ἧσσον, χειμὼν δὲ ἥκιστα· θνήσκουσι δὲ θέρους μὲν μάλιστα αἱμορραγίῃ · φλεγμοναὶ γὰρ οὐ κάρτα μεγάλαι γίγνονται τότε· ἐάρος δεύτερον, φλεγμον ῇ καὶ πυρετοῖσι καυσώδεσι. φθινοπώρῳ δὲ ὡς ἐπίπαν Ῥηϊδίως φθόαι γίγνονται . Ἀθρόον δὲ εἰρῆσθαι, ἐπὶ πάσῃ αἵματος ἀναγωγῇ, κἢν μικρὴ ἐῄ, κἢν ἤδη μεμύκῃ τὰ Ῥαγέντα, ἕπεται δυσθυμίη, δυσελπιστίη, ἀπόγνωσις τοῦ βίου. τίς γὰρ οὕτως εὐσταθὴς ὡς ὁρῆν μὲν ἑωυτὸν σφαγῇ ἴκελον πεπονθότα, μὴ ὀρρωδέῃ δὲ ἀμφὶ θανάτου· καὶ γὰρ καὶ τὰ μέζω τῶν ζῳών καὶ τὰ ἀλκιμώτ ερα , ὁκοῖον οἱ ταῦροι, αἱμορραγίῃ θνήσκουσι ὤκιστα. ἀλλὰ τόδε μὲν οὐ μέγα τὸ θώϋμα. θώϋμα δὲ μέγα τόδε. ἐπὶ γὰρ τῇ ἀπὸ πνεύμονος φορῇ μούνῃ χαλεπωτά τῃ ἐούσῃ οὐκ ἀπογιγνώσκουσι ἑωυτῶν οἱ ἄνθρωποι, κἢν ἐν τῷ ἐσχάτῳ ἐώσι. δοκέω δὲ ἔγωγε τὴν τοῦ πνεύμονος ἀπονίην αἰτίην ἔμμεναι · πόνος γὰρ κἢν σμικρὸς ἐῄ, θάνατον ὀρρωδέει· καὶ ἔστι ἐν τοῖσι πλείστοισι φοβερώτερος ἢ κακίων· ἀπονίη δὲ καὶ ἐν τοῖσι μεγάλοισι κακοῖσι, ἀφοβίη θανάτου, καὶ ἔστι κακίων ἢ φοβερωτέρη. Εὖ γε ὅλως ὁ ἰητρὸς, ἠδὲ ὁ δημότης, εὖ γε ἐπικλήσιος τοῦδε τοῦ πάθεος. ὠκυτάτου κακοῦ ἐστι οὔνομα· τί μὲν γὰρ μέζον ἢ ὠκύτερο ν συγκοπῆς δυνάμιος· τί δὲ οὔνομα ἕτερον εἰς ἐπίκλησιν τοῦδε τοῦ πράγματος μᾶλλον εὔσημον· τί δὲ καρδίης ἄλλο καιριώτερον ἐς ζωὴν ἢ ἐς θάνατον· οὐδὲ τὴν συγκοπὴν ἄπιστον τῆς καρδίης νοῦσον ἔμμεναι, ἢ αὐτὴν σίνος τῆς ἐν αὐτέῃ τοῦ ζῆν δυνάμιος· τόσον τε τάχος τοῦ ὀλέθρου, τοιήδε καὶ ἰδέη. ἔστι γὰρ τὸ πάθος λύσις τῶν δεσμῶν τῆς εἰς ζωὴν δυνάμιος, ἀντίξουν τῇ συστάσει τοῦ ἀνθρώπου ἐόν. τῆσδε γὰρ ἀπρὶξ λαβόμεν ον οὐ μεθίησι, ἀλλ ἐς διάλυσιν τρέπει. καὶ οὐ μέγα τὸ θώϋμα. καὶ γὰρ καὶ ἕτερα πάθεα ἴδια καὶ ἐπίκαιράτινων μερέων ἐστὶ, οἷσίπερ ἐμφύνει, καὶ τουτέων ἐξάπτεται· βουβῶνες μὲν οἱ λοιμώδεες καὶ σφόδρα κακοήθεες ἐξ ἥπατος ἐξ ἄλλου δὲ γίγνονται οὐδενός. νεύρων δὲ τέτανος, ἐπιληψίη δὲ κεφαλῆς. ὧδε οὖν καὶ ἡ συγκοπὴ καρδίης ἐστὶ καὶ ζωῆς νοῦσος. ὁκόσοι δὲ στομάχου ἡγέονται τὸ πάθος ἔμμεναι, οὕνεκα σιτίοισί τε καὶ οἴνῳ, μετεξετέροισι δὲ καὶ ψυχρῷ, ἡ δύναμις ἐστάθη, καὶ τὸ κακὸν ἐξηλάθη, οἱ δέ μοι δοκέουσι καὶ τὴν φρενῖτιν τριχῶν τῆς κεφαλῆς, καὶ τοῦ δέρματος νοῦσον ἡγέεσθαι, οὕνεκεν κουρῇ καὶ τέγξι αὐτέων Ῥηίζουσι οἱ φρενιτι κοί . ἀλλὰ γὰρ τῆς καρδίης γειτόνη μα καίριόν ἐστι ὁ στόμαχος, ἐξ οὗπερ ἕλκει ἡ καρδίη οἰκεῖον ἢ ἀξύμφορον. καὶ γὰρ καὶ διὰ πνεύμονος ἕλκει πνεῦμα εἰς ἀναπνοὴν ἡ καρδίη, ἀλλ οὐχὶ πνεύμων ἐξ ἴσης ἀρχῆς ἀναπνέει. οὐ γὰρ ἐν τοῖσι ὀργάνοισι αἱ δυνάμιες, ἀλλ ἔνθα ἀρχὴ ζωῆς ἦν καὶ ἰσχύος. στόμαχος δὲ οὔτε ἀρχὴ οὔτε χωρίον ζωῆς· βλαβήσεται δέ τις διὰ ἀτονίην. καὶ γὰρ καὶ τὰ καρδιοβόλα βρώματα οὐ τὸν στόμαχον σίνεται, ἀλλὰ δι αὐτέου τὴν καρδίην · ἐπεὶ καὶ οἱ ἐπὶ τοῖσδε θνήσκοντες σημεῖα ἴσχουσι καρδίης πάθεος, σφυγμοὺς μικροὺς, ἀδρανέας, πάταγον τῆς καρδίης, ἐπὶ πηδήσι καρτερῇ, σκοτόδινος, λειποθυμίη, νάρκη, καὶ παρέσιες μελέων, ἱδρὼς ἄσχετος, πουλὺς, ψύξις ὅλου, ἀναισθησίη , ἀφωνίη. ποῦ δὴ τὸν στόμαχον πάσχειν τάδε· ἅττα δὲ αὐτέου ἴδια, ναυτίη, ἔμετος, ἀποσιτίη, λὺγξ, ἐρεύξιες, ὀξυρεγμίη · ἐπὶ δὲ τοῖσι καρδιώσσουσι καὶ αἰσθήσι ὀξύτεροι, ὡς ἰδεῖν καὶ ἀκοῦσαι μᾶλλον ἢ πρόσθεν, καὶ γνώμῃ εὐσταθέστεροι, καὶ ψυχῇ καθαρώτεροι, καὶ τάδε οὐκ εἰς τὰ παρεόντα μοῦνον, καὶ ἐς τὰ μέλλοντα μάντιες ἀτρεκέες. μὴ οὖν καὶ αἵδε στομάχου αἱ δυνάμιες, ἀλλὰ καρδίης, ἔνθα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις αὐτέης, εἰς ἣν καὶ τὸ πάθος ᾖ τῶν τῇδε δυνάμεων. Ἔστι δὲ ἡ τῆς νούσου ἰδέη ἔκλυσις τοῦ τόνου τῆς φύσιος ἐπ αἰτίῃ ψύξι καὶ ὑγρότητι. καὶ γὰρ ἄθερμοι, καὶ τὰ εἴσω καὶ τὰ ἔξω, καὶ ἄδιψοι· καὶ ψυχρὸν ἀναπνέουσι, κἢν ἐκ μεγάλων καὶ καυσωδέων ἐστὶ πυρετῶν, ἐξ ὧνπερ ἐξάπτεται ἡ ξυγκοπή. εὖτε μὲν γὰρ ἔρρωται ἡ φύσις, καί ἐστιν εὔκρατος, πάντων μὲν κρατέει, πᾶσι δὲ σημαίνει, καὶ ὑγρῷ, καὶ πνεύματι, καὶ στερεοῖσι, καὶ τῇ τούτων εὐταξίῃ καὶ ξυμμετρίῃ ἐς ζωὴν διέπει τὸν ἄνθρωπον · ἢν δὲ τῆς φύσιος ὁ δεσμὸς, τουτέστι ὁ τόνος, λυθῇ, τότε γίγνεται τὸ πάθος . κατάρχει δὲ αὐτέου καῦσος, ὅς ἐστι τοιόσδε. Πῦρ μὲν πάντη καὶ δριμὺ καὶ λεπτὸν, μάλιστα δὲ τὰ εἴσω· ἀναπνοὴ θερμὴ, ὡς ἐκ πυρὸς, ἠέρος ὁλκὴ μεγάλη, ψυχροῦ ἐπιθυμίη, γλώσσης ξηρότης, αὐασμὸς χειλέων καὶ δέρματος, ἄκρεα ψυχρὰ, οὖρα χολόβαφα κατακορέως , ἀγρυπνίη, σφυγμοὶ πυκνοὶ, σμικροὶ, ἔκλυτοι · ὀφθαλμοὶ εὐαγέες, λαμπροὶ , ὑπέρυθροι· προσώπου εὐχροίη. Ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον , γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας. Ἢν δὲ ἐς ἄκρον ξηρότητος καὶ θερμασίης ἥκῃ ἡ φύσις, τὸ μὲν θερμὸν ἐς ψυχρὸν, ὁ δὲ αὐχμὸς ἐς ἐπομβρίην τρέπεται. αἱ γὰρ τῶν πρηγμάτων ἐς τὸ ἔσχατον ἐπιτάσιες εἰς τὴν ἐναντίην μεταβάλλουσι ἰδέην. ἐπὴν οὖν λυθῇ τῆς φύσιος τὰ δεσμὰ, τόδε ἐστὶ ἡ συγκοπὴ, τότε ἱδρὼς ἄσχετος πάντη τοῦ σώματος, ἀναπνοὴ ψυχρὴ, ἀτμὸς ἀνὰ Ῥῖνας πουλὺς, ἄδιψοι, ἐξήρανται γὰρ τά τ ἄλλα, ἀτὰρ καὶ τὰ ἄλλα διψαλέα ὄργανα, στόμα, στόμαχος· οὖρα λεπτὰ, ὑδατώδεα· κοιλίη τὰ πολλὰ μὲν ξηρὴ, ἔστι δὲ καὶ οἷσι ὑποφέρει βραχέα χολώδεα, πουλὺς πλάδος, διαρρέει δὲ καὶ τὰ ὀστέα λυόμενα · καὶ ἀπὸ πάντων ὡς ἐν ποταμῷ ἐς τὰ ἔξω ἡ φορή. Ψυχῆς κατάστασις , αἴσθησις σύμπασα καθαρὴ, διάνοια λεπτὴ, γνώμη μαντική. προγιγνώσκουσι μὲν οὖν πρώτιστα μὲν ὡυτέοισι τοῦ βίου τὴν μεταλλαγήν · ἔπειτα τοῖσι παρεοῦσι προλέγουσι τὰ αὖθις ἐσόμενα · οἱ δὲ αὐτέους μὲν ἔσθ ὅτε καὶ ἀλλοφάσσειν δοκέουσι· τῇ ἀποβάσι δὲ τῶν εἰρημένων θωϋμάζουσι ὥνθρωποι. μετεξέτεροι δὲ καὶ προσλαλέουσι τῶν κατοιχομένων τισὶ, τάχα μὲν παρεόντας ὁρεῦντες αὐτοὶ μοῦνοι, ὑπὸ λεπτῆς καὶ καθαρῆς αἰσθήσιος, τάχα δ αὐτῶν τῆς ψυχῆς προγγινωσκούσης, καὶ διηγευμένης τοὺς ἄνδρας οἷσι ξυνέσονται . πρόσθεν μὲν γὰρ ἐν τοῖσι ὑγροῖσι ὡς ἐν ἰλύϊ ἔνην καὶ ζόφῳ. ἐπεὶ δὲ τάδε ἐξήντλησε ἡ νοῦσος, καὶ ἀπὸ τῶν ὀφθαλμῶν τὴν ἀχλὺνἕλε, ὁρέουσι τά τε ἐν τῷ ἠέρι, καὶ γυμνῇ τῇ ψυχῇ γίγνονται μάντιες ἀτρεκέες· οἱ δὲ ἐς τοσόνδε λεπτότητος ὑγρῶν καὶ τῆς γνώμης ἀφιγμένοι οὐ μάλα τοι περιγίγνονται, ἐξηερωμ ένης ἤδη τῆς ζωτικῆς δυνάμιος. Ἡ χολέρη παλίνορσός ἐστι φορὴ τῆς ὕλης τῆς ἐν τῳ παντὶ ἐς τὸν στόμαχον καὶ τὴν κοιλίην καὶ τὰ ἔντερα, ὀξύτατον κακόν· διεκθέει δὲ ὕπερθεν μὲν ἐς ἔμετον τὰ ἐν τῷ στομάχῳ ἁλιζόμενα· διὰ δὲ τῆς κάτω διεξόδου τὰ ἐν τῇ κοιλίῃ καὶ τοῖς ἐντέροις ὑγρά. ἰδέην δὲ τὰ πρῶτα μὲν ὑδατώδεα τὰ δι ἐμέτου, τὰ δὲ δι ἕδρης κόπρανα ὑγρὰ, δυσώδεα · ἀπέψιες γὰρ ξυνεχέες αἱ τῆσδε προφάσιες· ἢν δὲ τάδε ἀποκλυσθῇ, φλεγματώδεα, ἔπειτα χολώδεα · τὰ πρῶτα μὲν Ῥηϊδίως, ἀπόνως· ἔπειτα δὲ ξὺν ἐντάσεσι μὲν ὁ στόμαχος, γαστὴρ δὲ μετὰ στρόφων. Ἢν δὲ ἐς τὸ κάκιον ἐπιδιδῷ, καὶ στρόφοι μείζονες, λειποθυμίη , ἔκλυσις μελέων, ἀπορίη, ἀποσιτίη · ἢν δὲ καί τι προσενέγ κωνται , πολλῷ Ῥοίζῳ ξὺν ναυτίῃ ἐς ἔμετον διεκθέει ξανθὴ χολὴ κατακορέως καὶ τὰ διαχωρήματα ὅμοια· σπασμοὶ, ξυνολκαὶ μυῶν τῶν ἐν τῇ κνήμῃ καὶ βραχιόνων· δάκτυλοι καμπύλοι, σκοτόδινος , λὺγξ, ὄνυχες πελιδνοὶ, κατάψυξις, ἄκρεα ψυχρὰ, καὶ τὸ ὅλον Ῥιγώδεες. Ἢν δὲ ἐς τελευτὴν ἥκῃ τὸ κακὸν, ἀτὰρ ἱδροῖ ὥνθρωπος, χολὴ μέλαινα ἄνω καὶ κάτω. οὖρα σχεθεῖσα κύστις ὑπὸ σπασμοῦ· ἀλλ οὐδὲ οὖρον ἁλίζεται ὑπὸ τῆς ἐς τὸ ἔντερον τῶν ὑγρῶν μετοχετεύσεως· ἀφωνίη, σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, ὁκόσοι ἐπὶ ξυγκοπῇ· ἐντάσιες ἐμέτου ξυνεχέες κενεαὶ, προθυμίαι τεινεσμώδεες, ξηραὶ, ἄχυλοι · θάνατος ἐπώδυνος καὶ οἴκτιστος , σπασμῷ καὶ πνιγὶ καὶ ἐμέτῳ κενῷ. Φέρει μὲν τὸ πάθος ὡρ´η μὲν θέρεος, δεύτερον δὲ φθινόπωρον, ἦρἧσσον, χειμὼν ἥκιστα· ἡλικίαι δὲ, αἱ τῶν νέων καὶ ἀκμαζόντων · γῆρας ἥκιστα, παιδία δὲ τουτέων μᾶλλον, ἀλλ οὐ θανατώδεα. Ἐντέροισι γίγνεται μὲν φλεγμονὴ, ὀδύνην ὀλεθρίην ἐμποιοῦσα. θνήσκουσι γὰρ μυρίοι στρόφοισι καρτεροῖσι · ἐγγίγνεται δὲ καὶ πνεῦμα ψυχρὸν, ἀργὸν, οὔτε κάτω περῆσαι Ῥηΐδιον οὔτε ἄνω ἀνελθέμεναι· μίμνει δὲ ἐπιπολὺ ἑλισσόμενον ἐν ὀλίγῃσι τῶν ἄνω ἑλίξεσι · τοὔνεκεν καὶ τὸ πάθος ἐπίκλησιν ἔσχεν εἵλεόν. κἢν πρὸς τοῖς στρόφοις δὲ καὶ πίεσις καὶ μάλθαξις τῶν ἐντέρων ἐῄ, καὶ πουλὺ τὸ ὑπογάστριον ὑπερίσχῃ, χορδαψὸς τὸ τοιοῦτόν ἐστι οὔνομα· ἕψησις μὲν γὰρ ἡ μάλθαξις· χορδὴ δὲ ἐντέρων ἐπώνυμον. καὶ γὰρ καὶ ἐπιχορδί δα τὸ μεσεντέριον ἐκίκλησκον οἱ πρόσθεν, τά τε μεσηγὺ νεῦρα καὶ τὰ ἀγγεῖα καὶ τοὺς ὑμένας τοὺς ἀνοχῆας τῶν ἐντέρων. Αἰτίη τοῦ εἱλεοῦ συνεχὴς μὲν διαφθορὴ σιτίων πολλῶν τε καὶ ποικίλων καὶ οὐ ξυνηθέων, καὶ ἄλλη ἐπ ἄλλῃ ἀπεψίη, μάλιστα δ ἐπὶ τοῖσι εἱλεώδεσι, ὁκοῖόν τι μελὰν σηπίης. οὐκ ἀδόκητος δὲ πληγὴ, ἢ ψύξις, ἢ ψυχροποσίη ἐφ ἱδρῶτι, ἄδην ἢ χανδόν· καὶ οἷσι δὲ ἔντερον ἐς τὸν ὄσχεον ξὺν κόπρῳ κατέβη, καὶ οὐκ ἀνώσθη ἐς τὴν κοιλίην, ἀλλ ἀνελήφθηβίῃ , τουτέοισι ἔθος ἐπιφλεγμαίνειν τὰ κάτω ἔντερα. ξύνηθες δὲ τὸ πάθος παιδίοισι, οἷσίπερ ἂν καὶ ἀπεψίη ᾖ, καὶ τὸ βλάβος διαδιδράσκουσι μᾶλλον διά τε τὸ ἔθος καὶ τὴν ὑγρότητα τῶν ἐντέρων · ὀλισθηρὰ γάρ· γέροντες δὲ οὐ μάλα μὲν πάσχουσι, περιγίγνονται δὲ ἥκιστα. ὡρ´η θέρεος τίκτει μᾶλλον ἦρος, φθινόπωρον δὲ χειμῶνος, ἀμφοῖν δὲ ἐπὶ μᾶλλον θέρος. Πολλοὶ μὲν οὖν ἐπὶ τούτοισι στρόφοισι θνήσκουσι αὐτίκα· μετεξετέροισι δὲ καὶ πῦον ἐγγίγνεται , καὶ αὖθις μελανθὲν τότε τὸ ἔντερον καὶ διασαπὲν ἐξέπεσε, καὶ οὕτως ἐξέλιπον. ξύνεστι δὲ αὐτέοισι, εἰ μὲν ἐπιεικὴς εἱλεὸς εἰή, πόνος ἑλισσόμενος, στομάχου πλάδος, ἔκλυσις, μαλακίη, ἐρεύξιες κεναὶ καὶ οὐδὲν ὠφελοῦσαι, κοιλίη ὑποβορβορίζουσα φύσῃσι, ὁδοιπορίη μεσφὶ ἕδρης, διέξοδοι δὲ ἀτελέες. Ἢν δὲ ἐπίτασιν ἴσχῃ ὁ εἱλεὸς, πάντων ἄνω ἡ φορὴ, πνευμάτων, φλέγματος, χολῆς. ἐμοῦσι γοῦν τάδε· ἔξωχροι, ψυχροὶτὸ πᾶν σκῆνος· πόνος πουλὺς, ἀναπνοὴ κακὴ, διψαλέοι· Ἢν δὲ καὶ θνήσκειν μέλλωσι, ἱδρὼς ψυχρὸς, δυσουρίη, ἕδρη ἀπολελημμένη, ὡς μηδὲ ἰσχνὸν ἔλασμα διελάσαι· κόπρων ἔμετοι, ὥνθρωποι ἄφωνοι, σφυγμοὶ πρόσθεν μὲν ἀραιοὶ, σμικροί · πρὸ θανάτου δὲ σμικρότατοι, καὶ πυκνότατοι καὶ ἐκλείποντες. τάδε μὲν οὖν τοῖσι λεπτοῖσι ἐντέροισι ξυμπίπτει. Ἀτὰρ καὶ κώλῳ τὰ αὐτὰ πάθεα γίγνεται, καὶ τὰ ξυνόντα ὅμοια, καὶ ἡ αὐτὴ συμφορή. τουτέων δὲ μετεξέτεροι διαδιδράσκ ουσί κοτε, ἢν πῦον ἐγγένηται τῷ κώλῳ. αἰτίη δὲ τὸ βάθος τὸ σαρκοειδὲς τοῦ ἐντέρου. πόνος δὲ ἰσχνὸς μὲν, ἠδὲ ὀξὺς ἐπὶ τοῖσι λεπτοῖσι ἐντέροισι, πλάτος δὲ καὶ βάρος ἴσχων ἐπὶ τῷ κώλῳ. διαΐσσει δὲ ὁ πόνος, ἄλλοτε μὲν ἐπὶ τῇσι πλευρῇσι, εὖτε φαντασί η ἐγγίγνεται πλευρίτιδος· καὶ γὰρ καὶ πυρεταίνουσι οἵδε· ἄλλοτε δὲ ὑπὸ τῇσι νοθῇσι ἐνθάδε καὶ ἔνθα, ὡς δοκέειν τὴν ὀδύνην ἥπατος ἢ σπληνὸς ἔμμεναι · αὖθίς κοτε ἐν τοῖσι κενεῶσι, πολλὸν γὰρ τὸ κῶλον καὶ πάντη ἕλικας ποιεύμενον · μετεξετέροισι δὲ καὶ ἐς τὸ ἱερὸν ὀστέον ἐρείδει, καὶ ἐς μηροὺς, καὶ διδύμων κρεμαστῆρας. ἐπὶ δὲ τοῖσι κωλικοῖσι ἔμετοι πλεῦνες κενοὶ, τὰ δὲ ἐμεύμενα λεπτὰ, χολώδεα, ἐλαιοει δέα . ἔστι δὲ ὁ ἐντεῦθεν κίνδυνος τοσόνδε ἀσινέστερος , ὁκόσον καὶ τὸ κῶλον τῶν λεπτῶν ἐντέρων σαρκοει δέστερον καὶ παχύτερον καὶ ἀνεξικα κώτερον. Τῶν ἀπὸ καρδίης οἱ ἀπὸ ἥπατος οὐκ ὠκύτερον μὲν, ἐπιπονώτερον δὲ θνήσκουσι. ἔστι γὰρ αἵματος πάγος τὸ πλεῖστον ἧπαρ· ἢν δὲ ἐν τῇσι πύλῃσι αὐτέου ξυμπέσῃ τις θανάτου αἰτίη, οὐ μεῖον ὀξέως ἢ οἱ ἀπὸ καρδίης θνήσκουσι. ὑμέσι γὰρ, καὶ τόνοισι ἐπικαίροισι καὶ λεπτοῖσι, καὶ φλεψὶ μεγάλῃσι ἐξύφανται τάδε τὰ μέρεα. ὡς δὲ καὶ τῶν σοφῶν ἀφηγέον ταί τινες, καὶ ψυχῆς ἐπιθυμίη τῇδε ἐγκάθηται. αἱμορραγίῃ μὲν γὰρ ὑπερίσχει πάντα πολλόν· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ. γίγνεται ὦν ἐν αὐτέῳ μεγάλη μὲν φλεγμονὴ, οὐ κάρτα ξυνεχέως, οὐδὲ ἐν τοῖσιν ἐς τὰ ἐπίκαιρα χωρία. φθάνει γὰρ ἐξελθὼν τοῦ ζῆν ὥνθρωπος. σμικροτέρη δὲ θαμινά· τοὔνεκεν διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, μακρότερα δὲ νοσέουσι. ἔργου γὰρ αὐτέου τοῦ κατὰ τὴν ἐξαιμάτωσιν οὐκ ἔστιν ἀνάπαυλα, οὐδὲ ἀμβολή· ἐπὶ δὲ τὴν καρδίην καὶ τὰ νέρθεν τοῦ διαφράγματος ἐντεῦθεν γὰρ τοῦ αἵματος ἀφέσιες. Ἢν ἐπὶ μέζονι αἰτίῃ, πληγῇ, ἢ διαφθορῇσι ξυνεχέσι πολλῶν καὶ κακῶν σιτίων, καὶ οἰνοφλυγίῃ , ἢ ψύξι καρτερῇ, καὶ ἐν τῇσι πύλῃσι γίγνεται φλεγμονὴ, ὤκιστος ὄλεθρος. πῦρ μὲν γὰρ ὑποβρύχιον, ἀλαμπὲς , δριμὺ, σφυγμοὶνωθροὶ, πόνου ἰδέη ποικίλη καὶ παντοίη, ἄλλοτε μὲν ἡ ὀδύνη ἐπὶ τὰ δεξιὰ διεληλαμένη, ὡς δοκέειν ὀξὺ βέλος ἐγκέεσθαι, ἄλλοτε δὲ στρόφῳ ἰκέλη· αὖθις δέ κοτε πόνος βαρὺς, βαρύτατος · μεσηγὺ δὲ τῆς ὀδύνης ἀτονίη καὶ ἀφωνίη· διάφραγμα καὶ ὑπεζωκὼς ἕλκονται· ἀπὸ τῶνδε γὰρ ἄχθος τὸ ἧπαρ ἤρτητο· διὰ τόδε ἐς τὴν κατ ἴξιν κληΐδα ὀδύνη καρτερή · βὴξ δὲ ἀτελής· προθυμίη δὲ μοῦνον· κἢν ἐς τέλος κοτὲ ἀφίκηται, ξηρή. ἀναπνοὴ κακή· οὐ γὰρ ξυντιμωρέει τῷ πνεύμονι τὸ διάφραγμα, ξυνομαρτέον ἐς ξυναγωγὴν καὶ διάστασιν. πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον· χροιὴν μελάγχλωροι, μολιβδοειδέες· ἀπόσιτοι · ἢν δέ τι προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες , ὀξίζουσαι, βρωμώδεες · ναυτίη, διάστασις κενεὴ, γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα, γλίσχρα, βραχέα · ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος, νωθρὴ, μετέωρος, τετυφωμένη , ὄκνος πουλὺς, ψύξις ἀκρέων, τρόμοι, Ῥίγεα, λὺγξ κενὴ, σπασμώδης, ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν. ἢν δὲ καὶ πρὸ ἑβδόμης φανῇ, καὶ ἄλλους ἔκτεινε συχνούς. Ὁκόσοι δὲ ἢ αἱμορραγίῃ , ἢ κοιλίης ταράχῳ πολλοῖσι χολώδεσι, ἢ οὔροισι ἀκρήτοισι συχνοῖσι τὸν ὄλεθρον διηλλάξαντο, τουτέοισι δὲ μετὰ τρεῖς ἑβδομάδας ἐς ἀπόστασιν πύου τὸ ἧπαρ τρέπεται · ἢν δὲ ἔτι πολλὸν ὑπερβάλλῃ χρόνον ἄνευ ἀποστάσιος, ἐς ὕδρωπα ἄφυκτον τελευτᾷ · διψαλέοι, βραχυπόται , ξηροὶ τὸ σκῆνος, ἀλιπέες . ὀξέων ἐπιθυμίη, ἄποιος ἡ γεῦσις. Τίκτει δὲ τόδε τὸ πάθος φθινόπωρον σὺν πλήθους ὡραίων, καὶ ποικίλων ἀπεψίη· ἡλικίη δὲ, πασέων μᾶλλον ἀκμή. Ἀπὸ τῶν πυλέων τοῦ ἥπατος εὐρεῖα φλὲψ διαΐσσειμέση τῶν τοῦδε περάτων. ἀεὶ γὰρ ἐς λεπτὰ καὶ πλεῦνα σχιζομένη ἐπὶ τέλος ἐς ἀφανέα τῇσι ὄψισι πάντη τοῦ ἥπατος σκίδνατ αι· τοῖσι δὲ τουτέων πέρασι ἄλλων φλεβῶν περατώσιες κατὰ τὸ στόμα ξυγκέονται , αἵπερ ἐκ λεπτῶν καὶ πλεύνων μέζονες καὶ ἐλάσσονες γίγνονται· ἐπὶ τέλεος ἐν μέσῳ τῷ ἥπατι ἐς μίαν φλέβα μεγάλην συναγείρονται. ἐντεῦθεν δὲ δοιαὶ ἐξ ἀποσχίσιος γιγνόμεναι πέρην τοῦ ἥπατος ἀφικνέονται. ἡ μὲν γὰρ ἄνω τὸν πρῶτον λοβὸν διαπερήσασα ἐς τὰ κυρτὰ αὐτέου ἐξεφαάνθη· ἔπειτα περήνασα τὸ διάφραγμα ἐμφύνει τῇ καρδίῃ· κοίλη φλὲψ ἥδε καλέεται. ἡ δὲ ἑτέρη, τὸν κάτω λοβὸν τὸν πέμπτον διαπερήνασα μέχρι τῶν κυρτῶν, ἐπὶ τὴν Ῥάχιν ἔξεισι, καὶ τῇδε παρατέταται μέχρι τῶν ἰσχίων. ἀτὰρ καὶ ἥδε κοίλη. οὔνομα τὸ αὐτὸ, οὕνεκεν μία καὶ ὡυτή ἐστιν ἡ φλὲψ τὴν ἀρχὴν ἀπὸ τοῦ ἥπατος ἴσχουσα. εἰ γάρ τις ἐθέλοι, διελάσαι ἂν ἔλασμα καὶ ἀπὸ τῆς ἄνωθεν τῆς ἐπὶ τὴν καρδίην κοίλης φλεβὸς ἐς τὴν παρὰ τὴν Ῥάχιν, καὶ ἀπὸ τῆς Ῥάχεος διὰ τοῦ ἥπατος ἐπὶ τὴν καρδίην. ἄνοδος γὰρ ἡ αὐτή. Ἥδε οὖν ἡ φλὲψ, ὡς ἐγὼ δοκέω, ἡ ξύμπασα νοσέει ὀξέσι πάθεσι, καρτεροῖσι · μία γάρ ἐστι πᾶσα· μετεξετέροισι δὲ ἰητροῖσι μούνη δοκέει παρὰ τὴν Ῥάχιν νοσέειν, οὕνεκα τῆς ἐς τὴν καρδίην τὰ σημεῖα οὐ προφανέα. ἐντὸς γὰρ τοῦ θώρηκος διατέτα ται πρὸς οὐδὲν προσισχο μένη, ἀλλ ἐναιωρευμένη τῷ θώρηκι, ἔς τ ἂν ἀπὸ τοῦ διαφράγματος ἐμφύῃ τῇ καρδίῃ. ἢν οὖν τι μεγάλων κακῶν ἴσχῃ τήνδε τὴν φλέβα, ξυνέκρυψε ἀμπέχων ὁ θώρηξ. Γίγνεται δ οὖν ἀμφὶ τήνδε τὴν φλέβα καὶ κέδματα · εὖτε Ῥηγνυμένη αἱμορραγίῃ ὤκιστα κτείνει · ὕπερθεν μὲν διὰ πλεύμονος καὶ ἀρτηρίης ἐκχεομένου , ἢν ἐν τῷ θώρηκι Ῥαγῇ· ἢν δὲ παρὰ τὴν ἀρχὴν, ἐς τὴν κάτω κοιλίην τοῖσι ἐντέροισι περιχέεται, ὡς ἐμπλείειν τὰ ἔντερα, εὖτε πρὶν ἢ καθὲν ἐκφανῆναι τὸ αἷμα, θνήσκουσι οἵδε· ἦν δὲ ἡ κοιλίη πληρευμένη αἵματος. Γίγνεται δὲ καὶ φλεγμονὴ ἀμφὶ τὴν φλέβα, ἀτὰρ καὶ ἥδε ὀξέως κτείνει, ἢν μεγάλη ἐῄ· πῦρ μὲν γὰρ δριμὺ, δακνῶδες, ἐν τῇσι κοιλίῃσι ἀμφοῖν ἐγκαθειργμένον, βραχὺ δὲ μοῦνον ὑπερίσχον, ὡς δοκέειν ἁπτομένῳ λεπτὴν ἔμμεναι θέρμην· ὁ δὲ ἄνθρωπος καίεσθαι δοκέει· σφυγμοὶ σμικροὶ, πυκνότατοι , ὁκοῖόν τι πεπιεσμένοι καὶ δεδιωγμένοι. ψύξις ἀκρέων, δίψος καρτερὸν, στόματος ξηρότης, προσώπου ἐρύθημα ξὺν ἀχροίῃ· ὑπέρυθροι δὲ τὸ ξύμπαν σῶμα· ὑποχόνδρια σκληρὰ, ἀνεσπασμένα, ὀδύνη ἐπὶ δεξιὰ μᾶλλον, καὶ παλμὸς τῇδε παραμήκης, μέχρι τῆς λαγόνος · μετεξετέροισι δὲ καὶ τῆς ἀρτηρίης τῆς παρὰ τὴν Ῥάχιν, ἢν ὁ σφυγμὸς ἐς τὸ ἕτερον ὑποχόνδριον διασημαίνῃ . ξυμπαθὴς γὰρ καὶ ἥδε γίγνεται παρ αὐτέην ἐπ ἀριστερὰ κειμένη, ὡς τῆς ἐπὶ τῷ παντὶ διαπνοῆς οὐδὲν ἐπικουφιζούσης, ἀλλ οὐδὲ τὸ δέρμα μαλθα· ζούσης· ξηρὸν δὲ τόδε καὶ Ῥυσὸν καὶ τρηχύ· καὶ ἐπὶ δὲ μᾶλλον ἐν τοῖσι ἐξίσχουσι ὀστώδεσι· οἱο῀ν ὀλεκράνῳ, γούνασι, ἢ κονδύλοισι · ὕπνοι ταραχώδεες , κοιλίη τοῖς μὲν οὐδὲν ἐκδιδοῖ, τοῖς δὲ σμικρὸν, δριμὺ, χολῶδες · οὖρα ξανθὰ, δακνώδεα· τὴν γνώμην οὐ παράφοροιμὲν, νωθροὶ δὲ καὶ μαρασμώδεες. εὖτε ὁκόσοι τήνδε τὴν κατάστασιν εἶδον, καῦσον ἐκάλεον. καὶ γὰρ καὶ τοῦ γένους τοῦ καύσου τὰ παρεόντα, καὶ ἐν φθινοπώρῳ γίγνεται ἐπὶ τὸ θηριῶδες καὶ ἀκμάζουσι καὶ νέοισι, οἷσι ἰσχνὴ ὑπὸ διαίτης πονηρῆς καὶ ταλαιπωρίης ἡ ἕξις. τεσσαρεσκαιδεκαταῖοι οἵδε τὰ πολλὰ θνήσκουσι· οἷσι δ ἂν ἐς μῆκος ἡ νοῦσος ἀφίκηται, ἐν διπλασίοισι ὄλλυνται. ὁκόσοι δὲ ἢ σμικρὴν ἀρχῆθεν ἴσχουσι τὴν φλεγμονὴν, ἢ τῆς μεγάλης κατὰ βραχὺ διαλυομένης, διαδιδράσκουσι μὲν τὸν ὄλεθρον, οὐδέκω δὲ ἀφίενται τοῦ κακοῦ. οἱ δὲ μακρὸν μὲν τὸν χρόνον τὸν καῦσον νοσέουσι· ἀποπαύεται δὲ τὰ κινδυνώ δεα , αἱ ὀδύναι καὶ ξυντάσιες τῶν ὑποχονδρίων, καὶ ἡ κακοσφυξίη , καὶ τῆς γνώμης τὸ νωθές· ἔτι δὲ ἔμπης ἐάσιν ἀσώδεες, ἀλύοντες ξὺν ἀπορίῃ· ξύνεστι δὲ ὅ τε καῦσος καὶ τὸ δίψος καὶ τῆς γλώσσης καὶ τοῦ στόματος ἡ ξηρότης · ἀναπνέουσι πολλὸν, μακρὸν ἕλκοντες καὶ ἀθρόον, ὅλον τὸν ἠέρα ἐς ἔμψυξιν ἐπισπώμενοι · ἀτὰρ εἴτε πίνουσι ψυχρὸν χανδὸν πολὺ πλεῖστον, καὶ ἐς μὲν βραχὺ ἀνεκουφίσθησαν, εἶτ αὐτοῖς ἐξάπτεται τὸ δίψος, αὖθις ἄδην πίνουσι· καὶ ἥδε ἡ διαδοχὴ τοῦ κακοῦ· καὶ ἰητρὸς δὲ ἀγαθὸς ψυχρὸν ἂν δῳή πολλὸν ἀσινέως, ὅκως ἐν τοῖσι ἄλλοισι καύσοισι· ἀσφαλέστερον δὲ τοῖσι ἀπὸ τῆς κοίλης φλεβὸς νοσέουσι τὸν καῦσον. κἢν μὲν ἡ γαστὴρ ἢ ἡ κύστις τὸ ποτὸν ὑποφέρῃ, οὐδὲ ἐμέτου δεῖ· εἰ δὲ μὴ, ἐπὶ πολλῷ τῷ ψυχρῷ τὸ πολλὸν ἐμέσαι χρή. ἐκραγείη γὰρ ἂν ὥνθρωπος, εἰ τοσόνδε πίνων μηδὲν διαχωροίη, ἢ ἱδρῶσι, ἢ οὔροισι, ἢ κοιλίῃ. Νεφροὶ, τὴν μὲν τοῦ σώματος ἰδέην, οὐ κάρτα ἐπίκαιροι ἐς κίνδυνον, ἢν καί τι πάθωσι ὀξέως. ἀδενώδεες γὰρ τὴν φύσιν, ἐς δὲ ὄλεθρον εὐήθεες· ἐπίκαιρον δὲ αὐτέων τὸ ἔργον, ἥ τε διάκρισις τῶν οὔρων ἀπὸ τοῦ αἵματος καὶ ἡ ἀπόκρισις. Ἐπέχει δὲ τήνδε ἢ λίθος, ἢ ἐγγιγνομένη φλεγμονὴ, ἢ αἱμάλωψ, ἤ τι τοιόνδε · εὖτε ἐκ ξυμπαθίης μὲν τῆς διὰ τὴν ἰδέην τοῦ σώματος κακὸν γίγνεται οὐδὲν, ἡ δὲ ἐπίσχεσις τῶν οὔρων πάντα τὰ δεινὰ πρήσσει. πῦρ μὲν γὰρ δριμὺ, ἀσῶδες, ὀδύνη κατ ὀσφὺν ἐπὶ Ῥάχι βαρεῖα, διάτασις τῶν μερῶν, μᾶλλον δὲ τῶν ἀμφὶ τὸ ὑποχόνδριον· οὔρου ἐπίσχεσις, οὐκ ἐς τὸ πάμπαν, ἀλλὰ στάγδην μὲν οὐρέουσι, ἐπιθυμίη δὲ πολλὸν ἐκχέαι· πλημμύρης γὰρ αἴσθησις. ἢν δὲ καὶ τὸ οὖρον δριμὺ καὶ δακνῶδες ἐγγένηται, ψύξιες, τρόμοι, σπασμοὶ , διατάσιες καὶ πληρώσιες τῶν ὑποχονδρίων· ἰκέλη ἡ ξυμφορὴ ἥδε καὶ ξυναίσθησις γίγνεται τοῖσι ἀπὸ πλήθεος σιτίων καὶ διαφθορῆς ἐμφυσηθεῖσι τὴν κοιλίην · σφυγμοὶ τὰ πρῶτα μὲν ἀραιοὶ, νωθροί · ἢν δὲ ἐπὶ μᾶλλον τὸ κακὸν πιέζῃ, σμικροὶ, πυκνοὶ, ταραχώδεες , ἄτακτοι, ὕπνοι λεπτοὶ, ὀδυνώδεες, οὐ διηνεκέες, καὶ ἐξαπίνης ἐκθορνύμενοι ὡς ὑπὸ νύξιος, εἶτα ὑποφέρονται ἐς κῶμα, ὡς ὑπὸ καμάτου · τὴν γνώμην οὐ κάρτα παράφοροι, ληρώδεες, πελιδνοὶ τὰ πρόσωπα· ἢν δὲ ἥκῃ αὖθίς κοτε τῆς οὐρήσιος ἡ προθυμίη, ἐπὶ σπασμοῖσι καὶ μεγάλῃσι ὀδύνῃσι βραχὺ ἂν καὶ στάγδην ἐξέκρινε, εὖτε σμικρὸν ἐπανῆκε τῶν πόνων· εἶτα ἐς τὰ αὐτὰ παλινδρομέες· ὀξύτατα δὲ θνήσκουσι τῶνδε οἷσιν οὐδὲν ἐκκρίνει, ὁκόσοι δὴ θνήσκουσι· οἱ πλεῦνες γὰρ περιγίγνονται, ἢ τοῦ λίθου ἐς τὴν κύστιν διὰ τῶν οὔρων ἐκπεσόντος, ἢ τῆς φλεγμονῆς ἐς πῦον τρεπομένης, ἢ κατὰ βραχὺ διαπνεομένης. ἢν γὰρ καὶ ἐπὶ σμικρὸν ἐνδεῶς διεξίῃ τὸ οὖρον Ῥηϊδίως διαδιδρήσκουσι τὸν ὄλεθρον· χρόνῳ δὲ μακρῷ φθίνουσι τὴν ἕξιν. ὀρθῶς τάδε οἱ νοσέοντες πάσχουσι, καὶ καταγίγνονται ἐς σύντηξιν ὑποφερόμενοι. ὡρ῀αι δὲ καὶ χῶραι καὶ ἡλικίαι φέρουσι, αἵπερ καὶ τὰ κατὰ τὰς κοίλας φλέβας. Ἐξερράγη κοτὲ αἷμα ἀπὸ τῶν νεφρῶν πολλὸν ἀθρόον, καὶ πολλῇσι ἡμέρῃσι ξυνεχὲς ἔρρεε· ἀλλ οὔ τινες αἱμορραγίῃ θνήσκου σι, ἀλλὰ τῇ φλεγμονῇ τῇ ξὺν αἱμορραγίῃ γιγνομένῃ, ἢν ἐπισχεθῇ τὸ αἷμα· τὰ πολλὰ δὲ ἐξ ἐπισχέσιος ἐπὶ μεγάλῃ φλεγμονῇ θνήσκουσι. Κύστις χαλεπὴ μὲν ἐν νούσοισι ὀξέῃσι πονῆσαι· κἢν ἄλλοισι ξυμπεπόνθῃ· χαλεπωτέρη δὲ καὶ θανατωδεστέρη, ἢν ἀφ ἑωυτῆς ἄρξηται. καὶ γὰρ καὶ δυνατωτάτη πάντα ξυμπαθέα ποιῆσαι, καὶ νεῦρα, καὶ γνώμην. νεῦρον γὰρ ἡ κύστις ψυχρὸν καὶ λευκὸν, ἀτὰρ καὶ πορρωτάτω τοῦ οἰκείου θάλπεος· ἐγγυτάτω δὲ τῆς ἔξω ψύξιος. ἐν γὰρ τῇ νειαιρῇ γαστρὶ κατωτάτω ἵζει προσωτάτω τοῦ θώρηκος · ἀλλὰ καὶ ἔργον αὐτέης ἐπίκαιρον ἡ τῶν οὔρων ἔξοδος. Κἢν οὖν μοῦνον ἥδε ἐπισχεθῇ λίθοισι, ἢ θρόμβοισι, ἤ τεῳ ἄλλῃ ἰδίῃ, ἢ ἀλλοτρίῃ ξυμφορῇ, θανατῶδες. ἐπὶ γυναικῶν μὲν γὰρ αὐτέων καὶ ὑστέρων φλεγμονὴ ἀναπιέζει, ἐπ ἀνδρῶν δὲ, τὸ ἔσχατον, τὸ εὐθὺ, τὸ παράμηκε ς ἔντερον. ἐν πολλοῖσι δὲ ἐκ καρτερίης ἀεκουσίου ὑπ αἰδοῦς ἐν ξυλλόγοισι ἢ ξυνδείπνοισι πληρουμένη διατέταται , ἀδρανίῃ τε περιστολῆς οὐκέτι μεθίησι. ἐπὴν οὖν ἐπίσχῃ τὰ οὖρα, πληρώσιες καὶ τῶν ὕπερθεν μερέων· νεφρῶν, οὐρητήρων διατάσιες· λαγόνων ὀδύνη βαρείη, σπασμὸς , τρόμος, Ῥίγεα, γνώμην παράφοροι. ἢν δὲ πρὸς τοῖσι καὶ ἕλκος πεπόνθῃ ἢ φλεγμονὴν, πολλὰ μὲν τὰ κακὰ, ὄλεθρος δὲ πολλόντι ἑλκέων ὤκιστος. ἀλλ ἀμφὶ μὲν ἕλκεος καὶ ἀποστάσιος πυώδεος, καὶ τῶν ὁκόσα μὴ ὀξύταταᾖ, ἐν τοῖσι χρονίοισι λελέξεται· ὁκόσα δὲ κατόξεα, καὶ ἐν ιδ ἡμέρῃσιν, ἢ ὀλίγῳ θᾶσσον, ἢ βράδιον κτείνει, ὁκοῖον φλεγμονὴ, ἢ θρόμβοι, ἢ λίθος ἐς τὸν τράχηλον ἐμπεσὼν, περὶ τῶνδε νῦν ἐρέω. ἢν οὖν τι τουτέων ξυμβῇ, οὔρων ἐπισχέσιες, ὄγκος ἐν τῷ ὑπογαστρίῳ, ὀδύνη ὀξείη, πάντη τῆς κοιλίης · περίτασις τῆς κύστιος, ὁ ὠχρὸς ἱδρὼς τῇ δεκάτῃ, ἔμετοι φλεγματώδεες, ἔπειτα χολώδεες, ψύξις ὅλου, ποδῶν δὲ μᾶλλον· ἢν δὲ ἐπὶ μέζον τὸ κακὸν ἑρ´πῃ, πυρετοὶ λυγγώδεες, σφυγμοὶ, ἀταξίῃ πυκνοὶ, καὶ μικροὶ, ἐρύθημα τοῦ προσώπου, διψώδεες, ἀπορίη, γνώμην παράφοροι, σπασμοί . ἐπὶ δὲ φαρμάκοισι δηλητηρίοισι, κανθαρίσι, ἢ βουπρήστι, καὶ πνεύμασι ἐμπίπραται ἡ κύστις, καὶ ἡ ξύμπασα κοιλίη βιαιοτέρη, καὶ πάντα κακίω, καὶ οὐκ εἰς μακρὸν ἡ τοῦ θανάτου ἀμβολή. Αἱμορραγέει κοτὲ κύστις· ξανθόντε καὶ λεπτὸν τῇδε τὸ αἷμα· ἀλλ οὐδέν τι διὰ τήνδε θνήσκουσι, κἂν μὴ Ῥηϊδίη ἡ ἐπίσχεσις· ἀλλ ἐπὶ τοῖσι θρόμβοισι καὶ τῇ φλεγμονῇ ὁ κίνδυνος. ψύξις γὰρ καὶ νέκρωσις, καὶ γαγγραινώσιες, καὶ τὰ ἐπὶ τῇδε κακὰ Ῥηϊδίως κτείνει. Φέρει δὲ τὰς νόσους, χεῖμα, καὶ μετόπωρον . ἡλικίη δὲ ἀκμὴ, ἔτι δὲ μᾶλλον γῆρας· αἱ δὲ ἄλλαι ὡρ῀αι καὶ αἱ ἡλικίαι οὔτε ξυνεχέως καὶ ἥκιστα κτείνουσι. ἀσινέστατα δὲ πάντων τὰ παιδία. Ἐν τῇσι λαγόσι τῶν γυναικῶν μέσῃσι ἐγκέεται ἡ μήτρη, σπλάγχνον γυναικήϊον ἄγχιστα ζωῶδες. κινέεται γὰρ ἐξ ἑωυτέης ἔνθα καὶ ἔνθα ἐπὶ τὰς λαγόνας · ἀτὰρ καὶ ἐς τὰ ἄνω, κατ ἴξιν μὲν ὑπὸ τὸν χόνδρον τοῦ θώρηκος, ἐς τὰ πλάγια δὲ ἐπὶ δεξιὰ, ἢ ἐς ἀριστερ ὰ, ἢ ἐς ἧπαρ, ἢ σπλῆνα, γίγνεται δὲ καὶ προπετεστέρη ἐς τὰ κάτω, καὶ ξυλλήβδην εἴπωμεν, πάντη ἐστὶ πλανώδης · καὶ εὐώδεσι ὀσμήσεσι τέρπεται, καὶ ἐπ αὐτὰ ἱέται· ἄχθεται δὲ τοῖσι κακόδμοισι , καὶ αὐτὰ φεύγει· καὶ τὸ ξύμπαν ἐν τῇ ἀνθρώπῳ ἐστὶ ἡ ὑστέρη, ὁκοῖόντι ζῷον ἐν ζῳῴ. Ἥδε οὖν ἢν ἐξαπίνης ἀνώϊστος γένηται, καὶ ἐπιπολὺ ἄνω μείνῃ, καὶ ἐκβιάσηται τὰ σπλάγχνα, ἀπεπνίχθη κοτὲ ἡ ἄνθρωπος, τρόπον τὸν ἐπιληπτικὸν, ἄνευθεν σπασμῶν· ἐπιέζετο γὰρ ὠκέως στενοχωρίῃ ἧπαρ, διάφραγμα, πνεύμων , καρδίη. τοὔνεκεν ἀπνοίη ξυνεῖναι δοκέει καὶ ἀφωνίη. ἀτὰρ καὶ αἱ καρωτίδες ξυμπαθίῃ τῆς καρδίης πιέζονται. διὰ τόδε καρηβαρίαιτε, καὶ ἀναισθησία ξύνεστι καὶ κάρος. Γίγνεται δὲ καὶ ἄλλο πάθος αὐτέῃσι ἴκελον τῇδε ξυμμορφῇ, ξὺν πνιγὶ καὶ ἀφωνίῃ, ἀλλ οὐκ ἀπὸ ὑστέρης. καὶ γὰρ τόδε καὶ ἀνδράσι γίγνεται κατοχώδεα τρόπον. ἀλλὰ τῇσι μὲν ἀπὸ ὑστέρης κακώδεες ἐπαρήγουσι ὀδμαὶ, καὶ εὐωδέων πρὸς τὰ γυναικήϊα ὑποθέσιες· τῇσι δὲ ἑτέρῃσι τάδε οὐδὲν ἐπαρήγει · καὶ τὰ μέλεα κινέονται ἀπὸ ὑστέρης, ἀπὸ δὲ τοῦ ἑτέρου πάθεος ἥκιστα. ἔτι δὲ τρόμοι αὐτόματοι καὶ οὐκ αὐτόματοι ,. . . . . . . . . . . . ἀλλ ἐξ ὑποθέσιος ἀμβλωθριδίου. ψύξιες καρτεραὶ τῆς ὑστέρης, αἱμορραγίης ἀθρόης ἐπίσχεσις καὶ ὁκόσα τοιάδε. Ἢν οὖν ἄρξηται πάσχειν κινευμέ νης ἄνω τῆς ὑστέρης, ὄκνος ἔργων πρήξιος, ἔκλυσις, ἀτονίη, γουνάτων ἀκρασίη, σκοτόδινος , καὶ τὰ γυῖα λύονται, κεφαλῆς πόνος, καρηβαρίη. τὰς φλέβας τὰς ἑκατέρωθεν τῆς Ῥινὸς ἀλγέει ἡ γυνή. Ἢν δὲ καταπέσωσι, καρδιώσσουσι, . . . . . . . . . . ἐν τοῖσι ὑποχονδρίοισι, λαγόνες κεναὶ, ἔνθα ἡ ἕδρη τῆς ὑστέρης, σφυγμοὶ διαλείποντες, ἄτακτοι, ἐκλείποντες, πνὶξ καρτερὴ, ἀφωνίη, ἀναισθησίη , ἡ ἀναπνοὴ ἄσημος, ἀσαφὴς, ὤκιστος καὶ ἄπιστος ὁ θάνατος. οὐδὲν γὰρ ἴσχουσι νεκρῶδες· ἐς χροιὴν ζωώδεες. ἐρυθρότεραι μᾶλλον μέχρι πολλοῦ τοῦ θανάτου · ὀφθαλμοὶ μικρόντι ἐξίσχοντες , λαμπροὶ , οὐ κάρτα μὲν ἀτενέες, ἀτὰρ οὐδὲ κάρτα κεκαμμένοι. Ἢν δὲ μετακινέηταί κοτε ἐς ἕδρην ἡ ὑστέρη, πρὶν ἐς τέλος ἰέναι τὸ πάθος, διαδιδράσκουσι τὴν πνίγα· εὖτε κοιλίη ὑποβορβορύζει, ὑγρότης τῶν γυναικηΐων τόπων, ἀναπνοὴ δασυτέρη καὶ σαφεστέρη· ὠκίστη ἐκ τοῦ πάθεος ἡ ἔγερσις, ὅκως καὶ ὁ θάνατος ὤκιστος. καὶ γὰρ Ῥηϊδίως τοῖσι ἄνω προσχωρέει · ἀτὰρ ἠδὲ Ῥηϊδίως ἀφίσταται· ἀκρόπλοός τε γὰρ ἡ ὑστέρη· ὑγροὶ δὲ καὶ οἱ ὑμένες οἱ ὀχῆες αὐτῆς· ὑγρὸν δὲ καὶ τὸ χωρίον, ἔνθα κέεται ἡ ὑστέρη· πρὸς δὲ φυγῇ τε καὶ ὁρμῇ χρέεται ἡδέων τε καὶ ἀηδέων. Ῥηϊδίως οὖν νεύει ὅκως πρέμνον ἔνθα καὶ ἔνθα, ἄνω τε καὶ κάτω πλώει. διὰ τόδε νεήνισι τὸ πάθος γίγνεται, γεραιτέρῃσι δὲ ἥκιστα. ᾗσι γὰρ ἡλικίητε καὶ βιοτὴ καὶ γνώμη πλανωδεστέρη, τῇσι καὶ ὑστέρη ἐστὶ Ῥεμβώδης· ἀπηλικεστέρῃσι δὲ εὐσταθέα καὶ ἡλικίη καὶ βίος, καὶ γνώμη, καὶ ὑστέρη. ἥδε μὲν οὖν ἡ ἀπὸ ὑστέρης πνὶξ μούνῃσι γυναιξὶ παρομαρτέει. Γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη · ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ , ἀσφυξίη, ψύξις, ἀφωνίη · ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῳῴ σφαγή. Οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα· ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος. Ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην · ἀτὰρ οὐδ ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται · οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηο¨´νονται τὸ ὄρθιον. σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων, καὶ βουβώνων, καὶ πληχάδος, φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος, ἐρύθημα προσώπου, καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλό μενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ · ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκοσμον · ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος, παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον. κατέχειν γὰρ οὐ δύνανται· διψώδεες, φλέγμα πολλὸν ἐμέουσι · ἔπειτεν τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκωσπερ τοῖσι ὀργῶσι τῶν τράγων· ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, λευκὸν, παχὺ, γονοειδές. κοιλίη ἀπολελημμένη, γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν, σπασμώδεες , ἀπόσιτοι, εἰ δὲ προσφέροιν το, ἁρπάγδην, ταραχώδεες. Ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακὸν, φυσώδεες· κοιλίην ἐπηρμένοι, τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη , ξυνολκαὶ μελέων, σφυγμοὶ μικροὶ, ἀσθενέες, ἄτακτοι. Ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι, ἔμετος ὁμοίως. οὐκ ἄνευθεν κινδύνου ἰήσις, ὕπνος βαθὺς καὶ μήκιστος· ψύξις γὰρ καὶ πάρεσις και νάρκη νεύρων, ὕπνος πουλύς. νάρκη δὲ καὶ ψύξις σατυρίησιν ἰῆται. Γίγνεται δὲ τὸ πάθος ἦρος μάλιστα καὶ θέρεος· ἡλικίῃσι δὲ, μειρακίοισι καὶ νέοισι. μάλιστα δὲ ὁκόσοισι ἡ φύσις ἐς ξυνουσίην ἐτοίμη· ὀξύτατον ἠδὲ ἀτερπὲς, ἠδὲ ἄκοσμον κακόν. τὰ πολλὰ γὰρ ἐν ἑβδόμῃ θνήσκουσι. λόγος δὲ ὅτι καὶ γυναῖκες πάσχουσι τοῦτο τὸ πάθος, καὶ ἥ τε ἐς τὰ ἀφροδίσια ὁρμὴ ὁμοίη καὶ τὰ λοιπὰ ξύμπαντα τὰ αὐτά· ἐγὼ δὲ μαχλοσύνην μὲν γυναιξὶ ὑγρῇσι πείθομαι γίγνεσθαι, ἐς ἔκχυσιν τοῦ πλήθεος τούτων· σατυρίησιν δὲ ἥκιστα. οὔτε γὰρ ἡ φύσις αὐτέων ἑτοίμη· ψυχρὴ γάρ· ἀλλ οὐδὲ μόρια ἐς ὀρθίησιν, ὅκωσπερ σάτυρος, ἴσχει γυνὴ, ὥσπερ τὸ πάθος ἐπώνυμον. οὐδὲ γὰρ οὐδὲ πνίγα τὴν ἀπὸ ὑστέρης νοσέουσι ἄνδρες, οὕνεκεν οὐκ ἴσχει ὑστέρην ἀνήρ.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기