호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα δὲ Ἡρακλέα καὶ Πολύφημον κατέλιπον. Ὕλασ γὰρ ὁ Θειοδάμαντοσ παῖσ, Ἡρακλέουσ δὲ ἐρώμενοσ, ἀποσταλεὶσ ὑδρεύσασθαι διὰ κάλλοσ ὑπὸ νυμφῶν ἡρπάγη. Πολύφημοσ δὲ ἀκούσασ αὐτοῦ βοήσαντοσ, σπασάμενοσ τὸ ξίφοσ ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων. καὶ δηλοῖ συντυχόντι Ἡρακλεῖ. ζητούντων δὲ ἀμφοτέρων τὸν Ὕλαν ἡ ναῦσ ἀνήχθη, καὶ Πολύφημοσ μὲν ἐν Μυσίᾳ κτίσασ πόλιν Κίον ἐβασίλευσεν, Ἡρακλῆσ δὲ ὑπέστρεψεν εἰσ Ἄργοσ. Ἡρόδωροσ δὲ αὐτὸν οὐδὲ τὴν ἀρχήν φησι πλεῦσαι τότε, ἀλλὰ παρ’ Ὀμφάλῃ δουλεύειν. Φερεκύδησ δὲ αὐτὸν ἐν Ἀφεταῖσ τῆσ Θεσσαλίασ ἀπολειφθῆναι λέγει, τῆσ Ἀργοῦσ φθεγξαμένησ μὴ δύνασθαι φέρειν τὸ τούτου βάροσ. Δημάρατοσ δὲ αὐτὸν εἰσ Κόλχουσ πεπλευκότα παρέδωκε· Διονύσιοσ μὲν γὰρ αὐτὸν καὶ ἡγεμόνα φησὶ τῶν Ἀργοναυτῶν γενέσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기