- 텍스트

Apollodorus, Library and Epitome, book 1, chapter 7 4:

(아폴로도로스, Library and Epitome, book 1, chapter 7 4:)

Ἀλκυόνην δὲ Κῆυξ ἔγημεν Εὡσφόρου παῖς.? οὗτοι δὲ δι ὑπερηφάνειαν ἀπώλοντο: ὁ μὲν γὰρ τὴν γυναῖκα ἔλεγεν Ἥραν, ἡ δὲ τὸν ἄνδρα Δία, Ζεὺς δὲ αὐτοὺς ἀπωρνέωσε, καὶ τὴν μὲν ἀλκυόνα ἐποίησε τὸν δὲ κήυκα. Κανάκη δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος Ὁπλέα καὶ Νιρέα καὶ Ἐπωπέα καὶ Ἀλωέα καὶ Τρίοπα. Ἀλωεὺς μὲν οὖν ἔγημεν Ἰφιμέδειαν τὴν Τρίοπος, ἥτις Ποσειδῶνος ἠράσθη, καὶ συνεχῶς φοιτῶσα ἐπὶ τὴν θάλασσαν, χερσὶν ἀρυομένη τὰ κύματα τοῖς κόλποις ἐνεφόρει. συνελθὼν δὲ αὐτῇ Ποσειδῶν δύο ἐγέννησε παῖδας, Ὦτον καὶ Ἐφιάλτην, τοὺς Ἀλωάδας λεγομένους. οὗτοι κατ ἐνιαυτὸν ηὔξανον πλάτος μὲν πηχυαῖον μῆκος δὲ ὀργυιαῖον: ἐννέα δὲ ἐτῶν γενόμενοι, καὶ τὸ μὲν πλάτος πηχῶν ἔχοντες ἐννέα τὸ δὲ μέγεθος ὀργυιῶν ἐννέα, πρὸς θεοὺς μάχεσθαι διενοοῦντο, καὶ τὴν μὲν Ὄσσαν ἐπὶ τὸν Ὄλυμπον ἔθεσαν, ἐπὶ δὲ τὴν Ὄσσαν θέντες τὸ Πήλιον διὰ τῶν ὀρῶν τούτων ἠπείλουν εἰς οὐρανὸν ἀναβήσεσθαι, καὶ τὴν μὲν θάλασσαν χώσαντες τοῖς ὄρεσι ποιήσειν ἔλεγον ἤπειρον, τὴν δὲ γῆν θάλασσαν, ἐμνῶντο δὲ Ἐφιάλτης μὲν Ἥραν Ὦτος δὲ Ἄρτεμιν. ἔδησαν δὲ καὶ Ἄρην. τοῦτον μὲν οὖν Ἑρμῆς ἐξέκλεψεν, ἀνεῖλε δὲ τοὺς Ἀλωάδας ἐν Νάξῳ Ἄρτεμις δι ἀπάτης: ἀλλάξασα γὰρ τὴν ἰδέαν εἰς ἔλαφον διὰ μέσων αὐτῶν ἐπήδησεν, οἱ δὲ βουλόμενοι εὐστοχῆσαι τοῦ θηρίου ἐφ ἑαυτοὺς ἠκόντισαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION