호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ που ταχέωσ ἐπέτρεψεν ἂν ἀνταγωνίζεσθαι ἑαυτῷ, ὃσ Ἀθηναῖον ἄνδρα βιασάμενοσ τοῖσ ἀλλοτρίοισ ἐτόλμησεν ἵπποισ ἁμιλλᾶσθαι, δηλώσασ τοῖσ Ἕλλησι μηδὲν θαυμάζειν ἄν τινα αὐτῶν βιάσηται, ἐπεὶ καὶ τοῖσ πολίταισ οὐκ ἐξ ἴσου χρῆται, ἀλλὰ τοὺσ μὲν ἀφαιρούμενοσ, τοὺσ δὲ τύπτων, τοὺσ δὲ εἱργνύων, τοὺσ δὲ χρήματα πραττόμενοσ, οὐδενὸσ ἀξίαν τὴν δημοκρατίαν ἀποφαίνει, τοὺσ μὲν λόγουσ δημαγωγοῦ τὰ δ’ ἔργα τυράννου παρέχων, καταμαθὼν ὑμᾶσ τοῦ μὲν ὀνόματοσ φροντίζοντασ, τοῦ δὲ πράγματοσ ἀμελοῦντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기