호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶπον αὐτῷ καὶ κατηγορεῖν καὶ παρασκευάζειν ἄλλουσ· εἰ δ’ ἐγὼ αὐτὸν ἀποφεύξομαι καὶ γνώσονται Ἀθηναῖοι περὶ ἐμοῦ τὰ δίκαια, ἐγὼ αὐτὸν οἶμαι περὶ τοῦ σώματοσ τοῦ ἑαυτοῦ ἐν τῷ μέρει κινδυνεύσειν. ἅπερ αὐτὸν οὐ ψεύσομαι, ἐὰν ὑμῖν, ὦ ἄνδρεσ, δοκῇ. ὡσ δ’ ἀληθῆ λέγω, κάλει μοι τοὺσ μάρτυρασ. Μάρτυρεσ ἀλλὰ γὰρ τὸν υἱὸν αὐτοῦ τοῦτον, ᾧ λαχεῖν ἠξίωσε τῆσ Ἐπιλύκου θυγατρόσ, σκέψασθε πῶσ γέγονε καὶ πῶσ ἐποιήσατ’ αὐτόν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기