호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ μὲν τὸ ψήφισμα τουτὶ τοὺσ ἀτίμουσ ἐπιτίμουσ ἐποιήσατε· τοὺσ δὲ φεύγοντασ οὔτε Πατροκλείδησ εἶπε κατιέναι οὔθ’ ὑμεῖσ ἐψηφίσασθε. ἐπεὶ δ’ αἱ σπονδαὶ πρὸσ Λακεδαιμονίουσ ἐγένοντο, καὶ τὰ τείχη καθείλετε, καὶ τοὺσ φεύγοντασ κατεδέξασθε, καὶ κατέστησαν οἱ τριάκοντα, καὶ μετὰ ταῦτα Φυλή τε κατελήφθη Μουνυχίαν τε κατέλαβον, ἐγένετό <θ’> ὑμῖν ὧν ἐγὼ οὐδὲν δέομαι μεμνῆσθαι οὐδ’ ἀναμιμνῄσκειν ὑμᾶσ τῶν γεγενημένων κακῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기