호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ταῦτ εἰ ἀληθῆ λέγω, ὦ ἄνδρες, ἀναμιμνῄσκεσθε, καὶ οἱ εἰδότες διδάσκετε τοὺς ἄλλους. σὺ δέ μοι αὐτοὺς κάλει τοὺς λυθέντας δι ἐμέ: ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους. οὑτωσὶ δὲ ἔχει, ὦ ἄνδρες: μέχρι τούτου ἀναβήσονται καὶ λέξουσιν ὑμῖν, ἑώς ἂν ἀκροᾶσθαι βούλησθε, ἔπειτα δ ἐγὼ περὶ τῶν ἄλλων ἀπολογήσομαι. <Μάρτυρες> περὶ μὲν οὖν τῶν τότε γενομένων ἀκηκόατε πάντα καὶ ἀπολελόγηταί μοι ἱκανῶς, ὥς γ ἐμαυτὸν πείθω:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기