호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φέρε δή ‐ χρὴ γάρ, ὦ ἄνδρεσ, ἀνθρωπίνωσ περὶ τῶν πραγμάτων ἐκλογίξεσθαι, ὥσπερ ἂν αὐτὸν ὄντα ἐν τῇ συμφορᾷ ‐ τί ἂν ὑμῶν ἕκαστοσ ἐποίησεν; εἰ μὲν γὰρ ἦν δυοῖν τὸ ἕτερον ἑλέσθαι, ἢ καλῶσ ἀπολέσθαι ἢ αἰσχρῶσ σωθῆναι, ἔχοι ἄν τισ εἰπεῖν κακίαν εἶναι τὰ γενόμενα· καίτοι πολλοὶ ἂν καὶ τοῦτο εἵλοντο, τὸ ζῆν περὶ πλείονοσ ποιησάμενοι τοῦ καλῶσ ἀποθανεῖν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기