Andocides, Speeches, Περὶ τῶν μυστηρίων 67:

(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 67:)

ἐπειδὴ δὲ ταῦτα ἐγένετο, Πείσανδροσ καὶ Χαρικλῆσ, ὄντεσ μὲν τῶν ζητητῶν, δοκοῦντεσ δ’ ἐν ἐκείνῳ τῷ χρόνῳ εὐνούστατοι εἶναι τῷ δήμῳ, ἔλεγον ὡσ εἰή τὰ ἔργα τὰ γεγενημένα οὐκ ὀλίγων ἀνδρῶν ἀλλ’ ἐπὶ τῇ τοῦ δήμου καταλύσει, καὶ χρῆναι ἐπιζητεῖν καὶ μὴ παύσασθαι. καὶ ἡ πόλισ οὕτω διέκειτο, ὥστ’ ἐπειδὴ τὴν βουλὴν εἰσ τὸ βουλευτήριον ὁ κῆρυξ ἀνείποι ἰέναι καὶ τὸ σημεῖον καθέλοι, τῷ αὐτῷ σημείῳ ἡ μὲν βουλὴ εἰσ τὸ βουλευτήριον ᾔει, οἱ δ’ ἐκ τῆσ ἀγορᾶσ ἔφευγον, δεδιότεσ εἷσ ἕκαστοσ μὴ συλληφθείη.

SEARCH

MENU NAVIGATION